Humanitext Reader

波利比奥斯 · 历史 §16.28.1-16.28.9

腓力与敌手的毅力对比及史家的评价准则

第 877 段,共 1311 段 · 希腊语

内容简介

作者阐述了将计划贯彻到底的困难,将阿塔路斯与罗得岛人缺乏毅力的表现,与腓力在挫败中拼死适应危机并反抗对手的坚韧态度进行对比。同时,他重申了自己的历史撰写方法,即根据同一人物在不同局势和本性下的行为,合理地给予赞扬或指责。

§16.28.1ἀλλʼ ἐμοὶ δοκεῖ τὸ μὲν ἄρξασθαι καλῶς καὶ συνακμάσαι ταῖς ὁρμαῖς πρὸς τὴν τῶν πραγμάτων αὔξησιν ἐπὶ πολλῶν ἤδη γεγονέναι, §16.28.2τὸ δʼ ἐπὶ τέλος ἀγαγεῖν τὸ προτεθὲν καί που καὶ τῆς τύχης ἀντιπιπτούσης συνεκπληρῶσαι τῷ λογισμῷ τὸ τῆς προθυμίας ἐλλιπὲς ἐπʼ ὀλίγων γίνεσθαι.
但在我看来,很好地开始,并在事务的发展中使这种冲动达到高潮,这在许多人身上已经发生过;然而,将既定的目标贯彻到底,甚至在命运阻碍之时,用理智来补足热忱的欠缺部分,却只发生在极少数人身上。
§16.28.3διὸ καὶ τότε δικαίως ἄν τις τὴν μὲν Ἀττάλου καὶ Ῥοδίων ὀλιγοπονίαν καταμέμψαιτο, τὸ δὲ Φιλίππου βασιλικὸν καὶ μεγαλόψυχον καὶ τὸ τῆς προθέσεως ἐπίμονον ἀποδέξαιτο, οὐχ ὡς καθόλου τὸν τρόπον ἐπαινῶν, ἀλλʼ ὡς τὴν πρὸς τὸ παρὸν ὁρμὴν ἐπισημαινόμενος.
因此,当时人们也大可理所当然地指责阿塔路斯和罗得岛人的毅力匮乏,而赞许腓力的王道之风、宽宏大量以及他贯彻意图的坚韧不拔——这并非是在整体上称赞他的品格,而是在肯定他面对当前局势的冲劲。
ποιοῦμαι δὲ τὴν τοιαύτην διαστολήν, §16.28.4ἵνα μή τις ἡμᾶς ὑπολάβῃ μαχόμενα λέγειν ἑαυτοῖς, ἄρτι μὲν ἐπαινοῦντας Ἄτταλον καὶ Ῥοδίους, Φίλιππον δὲ καταμεμφομένους, νῦν δὲ τοὐναντίον.
我之所以做出这样的区分,是为了不让人以为我们是在自相矛盾,刚才还在称赞阿塔路斯和罗得岛人、指责腓力,现在却反其道而行之。
§16.28.5τούτου γὰρ χάριν ἐν ἀρχαῖς τῆς πραγματείας διεστειλάμην, φήσας ἀναγκαῖον εἶναι ποτὲ μὲν εὐλογεῖν, ποτὲ δὲ ψέγειν τοὺς αὐτούς, §16.28.6ἐπειδὴ πολλάκις μὲν αἱ πρὸς τὸ χεῖρον τῶν πραγμάτων ῥοπαὶ καὶ περιστάσεις ἀλλοιοῦσι τὰς προαιρέσεις τῶν ἀνθρώπων, πολλάκις δʼ αἱ πρὸς τὸ βέλτιον, §16.28.7ἔστι δʼ ὅτε κατὰ τὴν ἰδίαν φύσιν ἄνθρωποι ποτὲ μὲν ἐπὶ τὸ δέον ὁρμῶσι, ποτὲ δʼ ἐπὶ τοὐναντίον.
因为正是为了这个缘故,我在本书的开头便做出了区分,指出有必要对相同的人有时予以赞扬,有时予以指责,因为事态向坏的方向倾斜和局势常常会改变人们的意图,而向好的方向倾斜也常常如此,有时人们根据自己的本性,时而奔向应尽的职责,时而奔向相反的方向。
ὧν ἕν τί μοι δοκεῖ καὶ τότε γεγονέναι περὶ τὸν Φίλιππον· §16.28.8ἀσχάλλων γὰρ ἐπὶ τοῖς γεγονόσιν ἐλαττώμασι, καὶ τὸ πλεῖον ὀργῇ καὶ θυμῷ χρώμενος, παραστατικῶς καὶ δαιμονίως ἐνήρμοσεν εἰς τοὺς ἐνεστῶτας καιρούς, καὶ τούτῳ τῷ τρόπῳ κατανέστη τῶν Ῥοδίων καὶ τοῦ βασιλέως Ἀττάλου, καὶ καθίκετο τῶν ἑξῆς πράξεων.
这些情况中的一种,在我看来当时也发生在腓力身上;因为他对所遭受的挫败感到恼怒,并多因愤怒和激情驱使,以拼死且惊人的方式适应了当前的危机,并以此方式挺身反抗罗得岛人和阿塔路斯国王,并完成了接下来的行动。
§16.28.9ταῦτα μὲν οὖν προήχθην εἰπεῖν διὰ τὸ τινὰς μὲν πρὸς τῷ τέρματι, καθάπερ οἱ κακοὶ τῶν σταδιέων, ἐγκαταλιπεῖν τὰς ἑαυτῶν προθέσεις, τινὰς δʼ ἐν τούτῳ μάλιστα νικᾶν τοὺς ἀντιπάλους.
因此,我之所以说这些话,是因为有些人就像短跑中的拙劣选手,在接近终点时放弃了自己的目标,而另一些人则恰恰在此时最能战胜对手。

词汇与语法注释

  1. 16.28.2τῆς τύχης ἀντιπιπτούσης — 属格绝对结构。在上下文中,此处最适合翻译为让步意味:“即使命运阻碍”。
  2. 16.28.2τὸ τῆς προθυμίας ἐλλιπὲς — 中性形容词修饰属格(τῆς προθυμίας),意思是“热忱的欠缺部分”。它是不定式 συνεκπληρῶσαι(“补足/填满”)的直接宾语。
  3. 16.28.8παραστατικῶς καὶ δαιμονίως — 描述腓力面对失败时拼死应对的副词。παραστατικῶς 意为“拼死的”、“抱定死决心的”,而 δαιμονίως 则强调“超人的”或“惊人的”努力。
  4. 16.28.9διὰ τὸ ... ἐγκαταλιπεῖν ... νικᾶν — 由介词 διά 支配的带冠词不定式(τό + 不定式)结构,表示原因(“因为……”)。两个对比的不定式(ἐγκαταλιπεῖν 和 νικᾶν)的主语(τινὰς μὲν ... τινὰς δʼ)均由宾格表示。

引用这一段

波利比奥斯, 历史 §16.28.1-16.28.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:16.28.1-16.28.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。