§16.21.1ὅτι ὁ Τληπόλεμος ὁ τὰ τῆς βασιλείας τῶν Αἰγυπτίων πράγματα μεταχειριζόμενος ἦν μὲν κατὰ τὴν ἡλικίαν νέος καὶ κατὰ τὸ συνεχὲς ἐν στρατιωτικῷ βίῳ διεγεγόνει μετὰ φαντασίας,
エジプト王国の国政を執っていたトレポレモスは、年齢の点では若く、絶えず軍務の生活を華々しさを伴って送ってきた。
§16.21.2ἦν δὲ καὶ τῇ φύσει μετέωρος καὶ φιλόδοξος, καὶ καθόλου πολλὰ μὲν εἰς πραγμάτων λόγον ἀγαθὰ προσεφέρετο, πολλὰ δὲ καὶ κακά.
また、彼は気性においては浮ついており、名誉を重んじる人物であった。 全体として、彼は国政に関しては多くの良い点をもたらした一方で、多くの悪い点ももたらした。
§16.21.3στρατηγεῖν μὲν γὰρ ἐν τοῖς ὑπαίθροις καὶ χειρίζειν πολεμικὰς πράξεις δυνατὸς ἦν, καὶ ἀνδρώδης ὑπῆρχε τῇ φύσει, καὶ πρὸς τὰς στρατιωτικὰς ὁμιλίας εὐφυῶς διέκειτο·
というのも、彼は野戦で指揮を執ること、および軍事行動を処理することにおいては有能であり、生まれつき勇敢であって、兵士たちとの交流に対しても適性を備えていたからである。
§16.21.4πρὸς δὲ ποικίλων πραγμάτων χειρισμόν, δεόμενον ἐπιστάσεως καὶ νήψεως, καὶ πρὸς φυλακὴν χρημάτων καὶ καθόλου τὴν περὶ τὸ λυσιτελὲς οἰκονομίαν, ἀφυέστατος ὑπῆρχε πάντων.
しかし、注意深さと冷静さを要する複雑な事柄の処理に対して、また資金の保管や、全体として利益に関する管理に対しては、すべての人の中で最も無能であった。
§16.21.5ᾗ καὶ ταχέως οὐ μόνον ἔσφηλεν, ἀλλὰ καὶ τὴν βασιλείαν ἠλάττωσε.
それゆえ、彼は速やかに自らつまずいただけでなく、王国の地位をも損なった。
§16.21.6παραλαβὼν γὰρ τὴν τῶν χρημάτων ἐξουσίαν, τὸ μὲν πλεῖστον μέρος τῆς ἡμέρας κατέτριβε σφαιρομαχῶν καὶ πρὸς τὰ μειράκια διαμιλλώμενος ἐν τοῖς ὅπλοις,
実際、彼は財政の権限を引き受けると、一日の大半をボールゲームをしたり、武装して若者たちと競い合ったりすることに費やした。
§16.21.7ἀπὸ δὲ τούτων γινόμενος εὐθέως πότους συνῆγε καὶ τὸ πλεῖον μέρος τοῦ βίου περὶ ταῦτα καὶ σὺν τούτοις εἶχε τὴν διατριβήν.
そしてこれらを終えると、直ちに飲み会を催し、生活のより多くの部分をこれらのことの周りで、また彼らとともに過ごした。
§16.21.8ὃν δέ ποτε χρόνον τῆς ἡμέρας ἀπεμέριζε πρὸς ἐντεύξεις, ἐν τούτῳ διεδίδου, μᾶλλον δʼ, εἰ δεῖ τὸ φαινόμενον εἰπεῖν, διερρίπτει τὰ βασιλικὰ χρήματα τοῖς ἀπὸ τῆς Ἑλλάδος παραγεγονόσι πρεσβευταῖς καὶ τοῖς περὶ τὸν Διόνυσον τεχνίταις, μάλιστα δὲ τοῖς περὶ τὴν αὐλὴν ἡγεμόσι καὶ στρατιώταις.
彼が謁見のために割り当てた一日のわずかな時間において、彼は資金を分配した。 いやむしろ、実態を言うべきなら、ギリシアからやって来た使節たちや、ディオニュソスの芸人たち、そして何よりも宮廷の将軍たちや兵士たちに、王国の資金をばら撒いていた。
§16.21.9καθόλου γὰρ ἀνανεύειν οὐκ ᾔδει, τῷ δὲ πρὸς χάριν ὁμιλήσαντι πᾶν ἐξ ἑτοίμου τὸ φανὲν ἐδίδου.
全体として、彼は拒絶することを知らず、気に入られようとして話しかけた者には、目の前にあるあらゆるものをすぐに与えてしまった。
§16.21.10τὸ λοιπὸν ηὐξάνετο τὸ κακόν, ἐξ αὑτοῦ λαμβάνον τὴν ἐπίδοσιν.
その結果、その悪弊はそれ自体から発展を得ながら増大していった。
§16.21.11πᾶς γὰρ ὁ παθὼν εὖ παρὰ τὴν προσδοκίαν καὶ τοῦ γεγονότος χάριν καὶ τοῦ μέλλοντος ὑπερεβάλλετο ταῖς τῶν λόγων εὐχαριστίαις·
なぜなら、予想に反して恩恵を受けた者は誰もが、すでになされたことに対しても将来のことに対しても、過度な賛辞を惜しまなかったからである。
§16.21.12ὁ δὲ πυνθανόμενος τὸν γινόμενον ἐκ πάντων ἔπαινον ὑπὲρ αὑτοῦ καὶ τὰς ἐν τοῖς πότοις ἐπιχύσεις, ἔτι δὲ τὰς ἐπιγραφὰς καὶ τὰ διὰ τῶν ἀκροαμάτων εἰς αὑτὸν ᾀδόμενα παίγνια καθʼ ὅλην τὴν πόλιν, εἰς τέλος ἐχαυνοῦτο καὶ μᾶλλον ἀεὶ καὶ μᾶλλον ἐξετυφοῦτο, καὶ προχειρότερος ἐγίνετο πρὸς τὰς
一方、彼は自分のためにあらゆる人々からなされる賛辞や、酒宴での献杯、さらには碑文や、街中で自分に向けて歌われる余興によるおどけた歌を聞いて、ついに完全にのぼせ上がり、ますます自惚れを深めていって、〜に対してますます手を出すようになった。