§16.18.1ὃ δὲ λέγειν βούλομαι, γένοιτʼ ἂν οὕτω μάλιστα καταφανές.
私が言おうとしていることは、次のようにすれば最も明らかになるだろう。
§16.18.2ἐξηγούμενος γὰρ ὁ προειρημένος συγγραφεὺς τήν τε Γάζης πολιορκίαν καὶ τὴν γενομένην παράταξιν Ἀντιόχου πρὸς Σκόπαν ἐν Κοίλῃ Συρίᾳ περὶ τὸ Πάνιον, περὶ μὲν τὴν τῆς λέξεως κατασκευὴν δῆλός ἐστιν ἐπὶ τοσοῦτον ἐσπουδακὼς ὡς ὑπερβολὴν τερατείας μὴ καταλιπεῖν τοῖς τὰς ἐπιδεικτικὰς καὶ πρὸς ἔκπληξιν τῶν πολλῶν συντάξεις ποιουμένοις,
なぜなら、前述の著述家は、ガザの包囲戦と、コイレ・シリアのパニオン付近でのスコパスに対するアンティオコスの会戦を説明するにあたって、文体の修飾に熱中していることがあまりにも明らかであり、そのため、華麗な文章や大衆を驚嘆させるための著作を作る人々に対しても、誇張の極致を残さないほどである。
§16.18.3τῶν γε μὴν πραγμάτων ἐπὶ τοσοῦτον ὠλιγώρηκεν ὥστε πάλιν ἀνυπέρβλητον εἶναι τὴν εὐχέρειαν καὶ τὴν ἀπειρίαν τοῦ συγγραφέως.
しかし他方で、事実についてはあまりにも軽視しているため、その結果として、これまたその著述家の軽率さと未熟さが比類のないものとなっている。
§16.18.4προθέμενος γὰρ πρώτην διασαφεῖν τὴν τῶν περὶ τὸν Σκόπαν ἔκταξιν, τῷ μὲν δεξιῷ κέρατί φησι τῆς ὑπωρείας ἔχεσθαι τὴν φάλαγγα μετʼ ὀλίγων ἱππέων, τὸ δʼ εὐώνυμον αὐτῆς καὶ τοὺς ἱππεῖς πάντας τοὺς ἐπὶ τούτου τεταγμένους ἐν τοῖς ἐπιπέδοις κεῖσθαι.
なぜなら、彼はまずスコパスの配下の陣形を明らかにしようとして、右翼においては、ファランクスが少数の騎兵とともに山麓の斜面に接して位置していると述べ、他方で、その左翼と、そちらに配置されたすべての騎兵は平地に位置していると述べているからである。
§16.18.5τὸν δʼ Ἀντίοχον ἐπὶ μὲν τὴν ἑωθινὴν ἐκπέμψαι φησὶ τὸν πρεσβύτερον υἱὸν Ἀντίοχον ἔχοντα μέρος τι τῆς δυνάμεως, ἵνα προκαταλάβηται τῆς ὀρεινῆς τοὺς ὑπερκειμένους τῶν πολεμίων τόπους,
また、アンティオコスについては、夜明け前に、軍の一部を率いる長男アンティオコスを派遣したと述べている。 これは、敵の上方に位置する山地の諸地点をあらかじめ占拠するためである。
§16.18.6τὴν δὲ λοιπὴν δύναμιν ἅμα τῷ φωτὶ διαβιβάσαντα τὸν ποταμὸν τὸν μεταξὺ τῶν στρατοπέδων ἐν τοῖς ἐπιπέδοις ἐκτάττειν, τιθέντα τοὺς μὲν φαλαγγίτας ἐπὶ μίαν εὐθεῖαν κατὰ μέσην τὴν τῶν πολεμίων τάξιν, τῶν δʼ ἱππέων τοὺς μὲν ἐπὶ τὸ λαιὸν κέρας τῆς φάλαγγος, τοὺς δʼ ἐπὶ τὸ δεξιόν, ἐν οἷς εἶναι καὶ τὴν κατάφρακτον ἵππον, ἧς ἡγεῖτο πάσης ὁ νεώτερος Ἀντίοχος τῶν υἱῶν.
そして残りの軍勢を、夜明けとともに両軍の陣営の間にある川を渡らせて平地に配備し、ファランクス兵を敵の陣形の中央に対して一直線に配置し、騎兵については、一部をファランクスの左翼に、一部を右翼に配置したと述べている。 その右翼の中には重装騎兵も含まれており、そのすべてを息子のうち年少のアンティオコスが率いていた。
§16.18.7μετὰ δὲ ταῦτά φησι τὰ θηρία προτάξαι τῆς φάλαγγος ἐν διαστήματι καὶ τοὺς μετʼ Ἀντιπάτρου Ταραντίνους, τὰ δὲ μεταξὺ τῶν θηρίων πληρῶσαι τοῖς τοξόταις καὶ σφενδονήταις, αὐτὸν δὲ μετὰ τῆς ἑταιρικῆς ἵππου καὶ τῶν ὑπασπιστῶν κατόπιν ἐπιστῆναι τοῖς θηρίοις.
この後、彼は、象たちを一定の間隔を置いてファランクスの前方に配置し、またアンティパトロス配下のタレントス兵たちも同様にし、象たちの間を弓兵と投石兵で満たし、彼自身はヘタイロイ騎兵とヒュパスピスタイとともに、象たちの後方に控えたと述べている。
§16.18.8ταῦτα δʼ ὑποθέμενος, τὸν μὲν νεώτερον Ἀντίοχόν φησιν, ὃν ἐν τοῖς ἐπιπέδοις ἔθηκε κατὰ τὸ λαιὸν τῶν πολεμίων ἔχοντα τὴν κατάφρακτον ἵππον, τοῦτον ἐκ τῆς ὀρεινῆς ἐπενεχθέντα τρέψασθαι τοὺς ἱππέας τοὺς περὶ τὸν Πτολεμαῖον τὸν Ἀερόπου καὶ καταδιώκειν, ὃς ἐτύγχανε τοῖς Αἰτωλοῖς ἐπιτεταγμένος ἐν τοῖς ἐπιπέδοις ἐπὶ τῶν εὐωνύμων,
このように前提しておきながら、彼は、年少のアンティオコス(彼は平地において、敵の左翼に対して重装騎兵を率いて配置されていたのであるが)が、山地から突撃して、アエロポスの子プトレマイオス配下の騎兵たちを敗走させ、追撃したと述べている。 このプトレマイオスは、平地の左翼においてエトリア人を指揮していたのである。
§16.18.9τὰς δὲ φάλαγγας, ἐπεὶ συνέβαλλον ἀλλήλαις, μάχην ποιεῖν ἰσχυράν.
また、両ファランクスは、互いに衝突したときに激しい戦いを行ったと述べている。
§16.18.10ὅτι δὲ συμβαλεῖν ἀδύνατον ἦν τῶν θηρίων καὶ τῶν ἱππέων καὶ τῶν εὐζώνων προτεταγμένων, τοῦτʼ οὐκέτι συνορᾷ.
しかし、象や騎兵や軽装兵が前方に配置されていた以上、衝突することは不可能であったということに、彼はもはや気づいていない。