§16.18.1ὃ δὲ λέγειν βούλομαι, γένοιτʼ ἂν οὕτω μάλιστα καταφανές.
我所要说明的事情,通过以下方式会最为显而易见。
§16.18.2ἐξηγούμενος γὰρ ὁ προειρημένος συγγραφεὺς τήν τε Γάζης πολιορκίαν καὶ τὴν γενομένην παράταξιν Ἀντιόχου πρὸς Σκόπαν ἐν Κοίλῃ Συρίᾳ περὶ τὸ Πάνιον, περὶ μὲν τὴν τῆς λέξεως κατασκευὴν δῆλός ἐστιν ἐπὶ τοσοῦτον ἐσπουδακὼς ὡς ὑπερβολὴν τερατείας μὴ καταλιπεῖν τοῖς τὰς ἐπιδεικτικὰς καὶ πρὸς ἔκπληξιν τῶν πολλῶν συντάξεις ποιουμένοις, §16.18.3τῶν γε μὴν πραγμάτων ἐπὶ τοσοῦτον ὠλιγώρηκεν ὥστε πάλιν ἀνυπέρβλητον εἶναι τὴν εὐχέρειαν καὶ τὴν ἀπειρίαν τοῦ συγγραφέως.
因为上述著述家在叙述加沙围城战以及安条克与斯科帕斯在柯里叙利亚帕尼翁附近发生的会战时,显然对文辞的修饰热心到了如此地步,以至于没有给那些撰写流于夸示、旨在惊吓大众之作的人留下任何超越奇诡的余地,然而另一方面,他对史实的忽视又是如此严重,以至于该著述家的轻率和无经验同样是无可逾越的。
§16.18.4προθέμενος γὰρ πρώτην διασαφεῖν τὴν τῶν περὶ τὸν Σκόπαν ἔκταξιν, τῷ μὲν δεξιῷ κέρατί φησι τῆς ὑπωρείας ἔχεσθαι τὴν φάλαγγα μετʼ ὀλίγων ἱππέων, τὸ δʼ εὐώνυμον αὐτῆς καὶ τοὺς ἱππεῖς πάντας τοὺς ἐπὶ τούτου τεταγμένους ἐν τοῖς ἐπιπέδοις κεῖσθαι.
因为他既然打算首先阐明斯科帕斯部下的部署,便声称在右翼上,方阵与少数骑兵一起紧挨着山麓,而其左翼以及部署在左翼的所有骑兵则位于平原上。
§16.18.5τὸν δʼ Ἀντίοχον ἐπὶ μὲν τὴν ἑωθινὴν ἐκπέμψαι φησὶ τὸν πρεσβύτερον υἱὸν Ἀντίοχον ἔχοντα μέρος τι τῆς δυνάμεως, ἵνα προκαταλάβηται τῆς ὀρεινῆς τοὺς ὑπερκειμένους τῶν πολεμίων τόπους, §16.18.6τὴν δὲ λοιπὴν δύναμιν ἅμα τῷ φωτὶ διαβιβάσαντα τὸν ποταμὸν τὸν μεταξὺ τῶν στρατοπέδων ἐν τοῖς ἐπιπέδοις ἐκτάττειν, τιθέντα τοὺς μὲν φαλαγγίτας ἐπὶ μίαν εὐθεῖαν κατὰ μέσην τὴν τῶν πολεμίων τάξιν, τῶν δʼ ἱππέων τοὺς μὲν ἐπὶ τὸ λαιὸν κέρας τῆς φάλαγγος, τοὺς δʼ ἐπὶ τὸ δεξιόν, ἐν οἷς εἶναι καὶ τὴν κατάφρακτον ἵππον, ἧς ἡγεῖτο πάσης ὁ νεώτερος Ἀντίοχος τῶν υἱῶν.
他又声称安条克在拂晓前派遣了长子安条克率领一部分兵力,以便预先占领敌方上部的山区地带,并在天亮时让其余的兵力渡过两军营帐之间的河流,将他们部署在平原上,使方阵兵面对敌军阵线的中部排成一条直线,而将骑兵一部分置于方阵的左翼,另一部分置于右翼,其中也包括重装骑兵,所有这些重装骑兵均由其幼子安条克指挥。
§16.18.7μετὰ δὲ ταῦτά φησι τὰ θηρία προτάξαι τῆς φάλαγγος ἐν διαστήματι καὶ τοὺς μετʼ Ἀντιπάτρου Ταραντίνους, τὰ δὲ μεταξὺ τῶν θηρίων πληρῶσαι τοῖς τοξόταις καὶ σφενδονήταις, αὐτὸν δὲ μετὰ τῆς ἑταιρικῆς ἵππου καὶ τῶν ὑπασπιστῶν κατόπιν ἐπιστῆναι τοῖς θηρίοις.
此后他声称,安条克将战象间隔地部署在方阵前方,并同样部署了安提帕特率领的塔兰托兵,又在战象之间的空隙填满弓箭手和投石手,而他本人则与同伴骑兵及持盾卫队一起紧随在战象后方列阵。
§16.18.8ταῦτα δʼ ὑποθέμενος, τὸν μὲν νεώτερον Ἀντίοχόν φησιν, ὃν ἐν τοῖς ἐπιπέδοις ἔθηκε κατὰ τὸ λαιὸν τῶν πολεμίων ἔχοντα τὴν κατάφρακτον ἵππον, τοῦτον ἐκ τῆς ὀρεινῆς ἐπενεχθέντα τρέψασθαι τοὺς ἱππέας τοὺς περὶ τὸν Πτολεμαῖον τὸν Ἀερόπου καὶ καταδιώκειν, ὃς ἐτύγχανε τοῖς Αἰτωλοῖς ἐπιτεταγμένος ἐν τοῖς ἐπιπέδοις ἐπὶ τῶν εὐωνύμων,
尽管作出了这些设定,他却又声称,那个被他置于平原上、率领重装骑兵面对敌军左翼的幼子安条克,竟从山区冲杀下来,击溃并追击阿埃罗波斯之子托勒密麾下的骑兵,而这位托勒密当时正好被委派在平原上的左翼指挥埃托利亚人。
§16.18.9τὰς δὲ φάλαγγας, ἐπεὶ συνέβαλλον ἀλλήλαις, μάχην ποιεῖν ἰσχυράν.
还声称,当两军的方阵交锋时,展开了激烈的战斗。
§16.18.10ὅτι δὲ συμβαλεῖν ἀδύνατον ἦν τῶν θηρίων καὶ τῶν ἱππέων καὶ τῶν εὐζώνων προτεταγμένων, τοῦτʼ οὐκέτι συνορᾷ.
但在战象、骑兵和轻装兵被部署在前方的情况下,方阵根本不可能交锋,这一点他却再也没有察觉到。