§16.19.1μετὰ δὲ ταῦτά φησι καταπροτερουμένην τὴν φάλαγγα ταῖς εὐχειρίαις καὶ πιεζομένην ὑπὸ τῶν Αἰτωλῶν ἀναχωρεῖν ἐπὶ πόδα, τὰ δὲ θηρία τοὺς ἐγκλίνοντας ἐκδεχόμενα καὶ συμπίπτοντα τοῖς πολεμίοις μεγάλην παρέχεσθαι χρείαν.
この後、彼は、ファランクスがエトリア人の武技によって圧倒され、圧迫されて一歩一歩後退したと述べ、他方で、象たちが退却する者たちを受け止め、敵に衝突することで多大な貢献を果たしたと述べている。
§16.19.2πῶς δὲ ταῦτα γέγονεν ὀπίσω τῆς φάλαγγος οὐ ῥᾴδιον καταμαθεῖν, ἢ πῶς γενόμενα παρείχετο χρείαν μεγάλην·
しかし、これらがファランクスの後方でどのようにして起こったのか、あるいは、それらが起こることでどのようにして多大な貢献を果たすことができたのかを理解することは容易ではない。
§16.19.3ὅτε γὰρ ἅπαξ αἱ φάλαγγες συνέπεσον ἀλλήλαις, οὐκέτι δυνατὸν ἦν κρῖναι τὰ θηρία τίς τῶν ὑποπιπτόντων φίλιος ἢ πολέμιός ἐστι.
なぜなら、いったんファランクス同士が互いに衝突してしまえば、象たちにとって、その足元に倒れ込む者のうち誰が味方で誰が敵であるかを判別することはもはや不可能だからである。
§16.19.4πρὸς δὲ τούτοις φησὶ τοὺς Αἰτωλῶν ἱππέας δυσχρηστεῖσθαι κατὰ τὸν κίνδυνον διὰ τὴν ἀσυνήθειαν τῆς τῶν θηρίων φαντασίας.
さらにこれに加えて、彼は、エトリアの騎兵たちが象の見慣れない外見のせいで、その戦闘において困難に直面したと述べている。
§16.19.5ἀλλʼ οἱ μὲν ἐπὶ τοῦ δεξιοῦ ταχθέντες ἐξ ἀρχῆς ἀκέραιοι διέμενον, ὡς αὐτός φησι·
しかし、右翼に配置された者たちは、彼自身が言うように、最初から無傷のままであった。
τὸ δὲ λοιπὸν πλῆθος τῶν ἱππέων τὸ μερισθὲν ἐπὶ τὸ λαιὸν ἐπεφεύγει πᾶν ὑπὸ τῶν περὶ τὸν Ἀντίοχον ἡττημένον.
他方、左翼に分割配置された騎兵の残りの大群は、アンティオコス配下の者たちに敗北して、すべて敗走してしまっていた。
§16.19.6ποῖον οὖν μέρος τῶν ἱππέων ἦν κατὰ μέσην τὴν φάλαγγα τὸ τοὺς ἐλέφαντας ἐκπληττόμενον;
それでは、ファランクスの中央において、象たちを恐れて驚き慌てていたのは、騎兵のどの部分だったというのか。
§16.19.7ποῦ δʼ ὁ βασιλεὺς γέγονεν, ἢ τίνα παρέσχηται χρείαν ἐν τῇ μάχῃ, τὸ κάλλιστον σύστημα περὶ αὑτὸν ἐσχηκὼς καὶ τῶν πεζῶν καὶ τῶν ἱππέων;
また、王はどこに行ってしまったのか、あるいは、歩兵と騎兵の最も優秀な部隊を自らの周囲に従えておきながら、戦闘においてどのような貢献を果たしたのか。
ἁπλῶς γὰρ οὐδὲν εἴρηται περὶ τούτων.
なぜなら、これらについてはまったく何も述べられていないからである。
§16.19.8ποῦ δʼ ὁ πρεσβύτερος τῶν υἱῶν Ἀντίοχος ὁ μετὰ μέρους τινὸς τῆς δυνάμεως προκαταλαβόμενος τοὺς ὑπερδεξίους τόπους;
また、軍の一部を率いて有利な高地をあらかじめ占拠していた、息子のうち年長のアンティオコスはどこにいたのか。
§16.19.9οὗτος μὲν γὰρ οὐδʼ εἰς τὴν στρατοπεδείαν ἀνακεχώρηκεν αὐτῷ μετὰ τὴν μάχην.
なぜなら、この者は戦闘の後に、彼とともに陣営にさえ帰還していないからである。
εἰκότως·
それも道理である。
δύο γὰρ Ἀντιόχους ὑπέθετο τοῦ βασιλέως υἱούς, ὄντος ἑνὸς τοῦ τότε συνεστρατευμένου.
というのも、彼は王の息子たるアンティオコスが二人いると仮定したが、当時実際に従軍していたのは一人だけであったからである。
§16.19.10πῶς δʼ ὁ Σκόπας ἅμα μὲν αὐτῷ πρῶτος, ἅμα δʼ ἔσχατος ἀναλέλυκεν ἐκ τοῦ κινδύνου;
また、スコパスはどのようにして、同時に最初に、そして最後に、その戦闘の危機から離脱したというのか。
φησὶ γὰρ αὐτὸν ἰδόντα τοὺς περὶ τὸν νεώτερον Ἀντίοχον ἐκ τοῦ διώγματος ἐπιφαινομένους κατὰ νώτου τοῖς φαλαγγίταις, καὶ διὰ τοῦτο τὰς τοῦ νικᾶν ἐλπίδας ἀπογνόντα, ποιεῖσθαι τὴν ἀποχώρησιν· §16.19.11μετὰ δὲ ταῦτα συστῆναι τὸν μέγιστον κίνδυνον, κυκλωθείσης τῆς φάλαγγος ὑπό τε τῶν θηρίων καὶ τῶν ἱππέων, καὶ τελευταῖον ἀποχωρῆσαι τὸν Σκόπαν ἀπὸ τοῦ κινδύνου.
なぜなら、彼は、スコパスが年少のアンティオコス配下の者たちが追撃から戻ってファランクス兵たちの背後に現れたのを見て、このために勝利の希望を捨てて退却を始めた、と述べる一方で、この後に最大の危機が生じ、ファランクスが象たちと騎兵たちに包囲され、そして最後にスコパスがその危機から退却した、と述べているからである。