§16.17.1πρὸς δὲ τούτοις φησὶ τὴν ἐπάνοδον ἐκ τῆς Μεσσήνης πεποιῆσθαι τὸν Νάβιν κατὰ τὴν πύλην τὴν φέρουσαν ἐπὶ Τεγέαν.
さらにこれらに加えて、彼はナビスがメッセネからの帰還の路を、テゲアへと通じる門を通ってとったと述べている。
§16.17.2τοῦτο δʼ ἔστιν ἄλογον·
だがこれは不合理である。
πρόκειται γὰρ τῆς Τεγέας ἡ Μεγάλη πόλις ὡς πρὸς τὴν Μεσσήνην, ὥστʼ ἀδύνατον εἶναι καλεῖσθαί τινα πύλην παρὰ τοῖς Μεσσηνίοις ἐπὶ Τεγέαν.
なぜなら、メッセネに対してテゲアの手前にはメガロポリスが位置しているため、メッセニア人の間でいずれかの門が「テゲアへの門」と呼ばれることは不可能だからである。
§16.17.3ἀλλʼ ἔστι παρʼ αὐτοῖς πύλη Τεγεᾶτις προσαγορευομένη, καθʼ ἣν ἐποιήσατο τὴν ἐπάνοδον Νάβις·
しかし、彼らのところには「テゲアティス門」と呼ばれる門があり、そこを通ってナビスは帰還した。
ᾧ πλανηθεὶς ἔγγιον ὑπέλαβε τὴν Τεγέαν εἶναι Μεσσηνίων.
これに惑わされて、彼はテゲアがメッセニア人に近いと思い込んだのである。
§16.17.4τὸ δʼ ἔστιν οὐ τοιοῦτον, ἀλλʼ ἡ Λακωνικὴ καὶ [ἡ] Μεγαλοπολῖτις χώρα μεταξὺ κεῖται τῆς Μεσσηνίας καὶ Τεγεάτιδος.
しかし実際はそうではなく、ラコニア地方とメガロポリス地方の領土がメッセニアとテゲアティス(テゲア地方)の間に横たわっている。
§16.17.5τὸ δὲ τελευταῖον· φησὶ γὰρ τὸν Ἀλφειὸν ἐκ τῆς πηγῆς εὐθέως κρυφθέντα καὶ πολὺν ἐνεχθέντα τόπον ὑπὸ γῆς ἐκβάλλειν περὶ Λυκόαν τῆς Ἀρκαδίας.
そして最後に、彼はアルペイオス川がその水源からすぐに姿を消し、地下を長い距離流れたのちに、アルカディアのリュコア付近で流れ出ると述べているからである。
§16.17.6ὁ δὲ ποταμὸς οὐ πολὺν τόπον ἀποσχὼν τῆς πηγῆς, καὶ κρυφθεὶς ἐπὶ δέκα στάδια, πάλιν ἐκπίπτει, §16.17.7καὶ τὸ λοιπὸν φερόμενος διὰ τῆς Μεγαλοπολίτιδος τὰς μὲν ἀρχὰς ἐλαφρός, εἶτα λαμβάνων αὔξησιν καὶ διανύσας ἐπιφανῶς πᾶσαν τὴν προειρημένην χώραν ἐπὶ διακοσίους σταδίους γίνεται πρὸς Λυκόαν, ἤδη προσειληφὼς καὶ τὸ τοῦ Λουσίου ῥεῦμα καὶ παντελῶς ἄβατος ὢν καὶ βαρύς.
しかしこの川は、その水源から遠くないところで、10スタディオンの間地中に隠れたのち、再び地上に現れ、その後はメガロポリス地方を流れ、初めは水量が少ないが、やがて水量を増し、前述の地域全体を200スタディオンにわたって地上を流れ通ったのちにリュコアに到着する。 その時にはすでにルシオス川の流れも合流しており、完全に渡渉不可能で深く勢いのある川となっている。
§16.17.8οὐ μὴν ἀλλὰ καὶ πάντα μοι δοκεῖ τὰ προειρημένα διαπτώματα μὲν εἶναι, πρόφασιν δʼ ἐπιδέχεσθαι καὶ παραίτησιν·
とはいえ、これまで述べてきた誤りはすべて確かに失当ではあるものの、言い訳や弁明の余地があると思われる。
τὰ μὲν γὰρ διʼ ἄγνοιαν γέγονε, τὸ δὲ περὶ τὴν ναυμαχίαν διὰ τὴν πρὸς τὴν πατρίδα φιλοστοργίαν.
というのも、あるものは無知によって生じたものであり、海戦に関する誤りは祖国への愛情によるものだからである。
§16.17.9τί τις οὖν εἰκότως ἂν Ζήνωνι μέμψαιτο;
それでは、人はゼノンに対して何を理由として尤もに非難し得るだろうか。
διότι τὸ πλεῖον οὐ περὶ τὴν τῶν πραγμάτων ζήτησιν οὐδὲ περὶ τὸν χειρισμὸν τῆς ὑποθέσεως, ἀλλὰ περὶ τὴν τῆς λέξεως κατασκευὴν ἐσπούδακε, καὶ δῆλός ἐστι πολλάκις ἐπὶ τούτῳ σεμνυνόμενος, καθάπερ καὶ πλείους ἕτεροι τῶν ἐπιφανῶν συγγραφέων;
それは、彼が事実の探求や主題の扱いにではなく、むしろ文体の修飾に熱心であり、しかも彼がしばしばこのことを誇りに思っているのが明らかだからである。 これは、著名な他の多くの著述家たちと同様である。
§16.17.10ἐγὼ δὲ φημὶ μὲν δεῖν πρόνοιαν ποιεῖσθαι καὶ σπουδάζειν ὑπὲρ τοῦ δεόντως ἐξαγγέλλειν τὰς πράξεις — δῆλον γὰρ ὡς οὐ μικρά, μεγάλα δὲ συμβάλλεται τοῦτο πρὸς τὴν ἱστορίαν — οὐ μὴν ἡγεμονικώτατόν γε καὶ πρῶτον αὐτὸ παρὰ τοῖς μετρίοις ἀνδράσι τίθεσθαι·
私はといえば、事実を適切に報告することに配慮し、熱意を注ぐべきであると主張する。 これが歴史に対して小さからぬ、いや大きな寄与をすることは明らかだからである。 しかし、良識ある人々の間で、これが最も主導的で第一の重要性を持つものとして位置づけられるべきではない。
§16.17.11πολλοῦ γε δεῖν·
決してそのようなことはない。
ἄλλα γὰρ ἂν εἴη καλλίω μέρη τῆς ἱστορίας, ἐφʼ οἷς ἂν μᾶλλον σεμνυνθείη πολιτικὸς ἀνήρ.
なぜなら、歴史にはもっと優れた部分があり、それらにおいてこそ、政治的な人間はむしろ誇りを持つべきだからである。