§16.17.1πρὸς δὲ τούτοις φησὶ τὴν ἐπάνοδον ἐκ τῆς Μεσσήνης πεποιῆσθαι τὸν Νάβιν κατὰ τὴν πύλην τὴν φέρουσαν ἐπὶ Τεγέαν.
此外,他声称纳比斯从美塞内折返时,是取道通往特格亚的城门。
§16.17.2τοῦτο δʼ ἔστιν ἄλογον· πρόκειται γὰρ τῆς Τεγέας ἡ Μεγάλη πόλις ὡς πρὸς τὴν Μεσσήνην, ὥστʼ ἀδύνατον εἶναι καλεῖσθαί τινα πύλην παρὰ τοῖς Μεσσηνίοις ἐπὶ Τεγέαν.
但这是不合理的;因为对于美塞内而言,梅加洛波利斯正位于特格亚的前方,所以美塞尼亚人的城门中不可能有任何一个被称为“通往特格亚”的。
§16.17.3ἀλλʼ ἔστι παρʼ αὐτοῖς πύλη Τεγεᾶτις προσαγορευομένη, καθʼ ἣν ἐποιήσατο τὴν ἐπάνοδον Νάβις· ᾧ πλανηθεὶς ἔγγιον ὑπέλαβε τὴν Τεγέαν εἶναι Μεσσηνίων.
但他们那里有一个被称为“特格亚蒂斯”的城门,纳比斯就是由此折返的;芝诺被这个名字误导,以为特格亚离美塞尼亚人更近。
§16.17.4τὸ δʼ ἔστιν οὐ τοιοῦτον, ἀλλʼ ἡ Λακωνικὴ καὶ [ἡ] Μεγαλοπολῖτις χώρα μεταξὺ κεῖται τῆς Μεσσηνίας καὶ Τεγεάτιδος.
但事实并非如此,因为拉科尼亚和梅加洛波利斯的领土正介于美塞尼亚和特格亚蒂斯之间。
§16.17.5τὸ δὲ τελευταῖον· φησὶ γὰρ τὸν Ἀλφειὸν ἐκ τῆς πηγῆς εὐθέως κρυφθέντα καὶ πολὺν ἐνεχθέντα τόπον ὑπὸ γῆς ἐκβάλλειν περὶ Λυκόαν τῆς Ἀρκαδίας.
最后,因为他声称阿尔斐俄斯河从水源流出后立刻隐没,在地下流经很长的一段距离,然后在阿卡迪亚的吕科阿附近流出。
§16.17.6ὁ δὲ ποταμὸς οὐ πολὺν τόπον ἀποσχὼν τῆς πηγῆς, καὶ κρυφθεὶς ἐπὶ δέκα στάδια, πάλιν ἐκπίπτει, §16.17.7καὶ τὸ λοιπὸν φερόμενος διὰ τῆς Μεγαλοπολίτιδος τὰς μὲν ἀρχὰς ἐλαφρός, εἶτα λαμβάνων αὔξησιν καὶ διανύσας ἐπιφανῶς πᾶσαν τὴν προειρημένην χώραν ἐπὶ διακοσίους σταδίους γίνεται πρὸς Λυκόαν, ἤδη προσειληφὼς καὶ τὸ τοῦ Λουσίου ῥεῦμα καὶ παντελῶς ἄβατος ὢν καὶ βαρύς.
然而,该河在离水源不远处隐没十个斯塔迪翁后,便再次流出地面,此后流经梅加洛波利斯地区,起初水流微弱,随后水量增加,在地面上流经上述整个地区达两百个斯塔迪翁后抵达吕科阿,此时它已经接纳了卢西奥斯河的支流,变得完全无法涉渡且深重。
§16.17.8οὐ μὴν ἀλλὰ καὶ πάντα μοι δοκεῖ τὰ προειρημένα διαπτώματα μὲν εἶναι, πρόφασιν δʼ ἐπιδέχεσθαι καὶ παραίτησιν· τὰ μὲν γὰρ διʼ ἄγνοιαν γέγονε, τὸ δὲ περὶ τὴν ναυμαχίαν διὰ τὴν πρὸς τὴν πατρίδα φιλοστοργίαν.
尽管如此,在我看来,上述所有错误虽属失误,但尚有开脱和辩解的余地;因为有些是由于无知造成的,而关于海战的错误则是由于对祖国的深情。
§16.17.9τί τις οὖν εἰκότως ἂν Ζήνωνι μέμψαιτο;
那么,人们能合理地谴责芝诺什么呢?
διότι τὸ πλεῖον οὐ περὶ τὴν τῶν πραγμάτων ζήτησιν οὐδὲ περὶ τὸν χειρισμὸν τῆς ὑποθέσεως, ἀλλὰ περὶ τὴν τῆς λέξεως κατασκευὴν ἐσπούδακε, καὶ δῆλός ἐστι πολλάκις ἐπὶ τούτῳ σεμνυνόμενος, καθάπερ καὶ πλείους ἕτεροι τῶν ἐπιφανῶν συγγραφέων;
因为他将主要精力放在了辞藻的修饰上,而不是事实的探求或主题的组织,并且显而易见他经常以此自傲,正如其他许多著名的著述家一样。
§16.17.10ἐγὼ δὲ φημὶ μὲν δεῖν πρόνοιαν ποιεῖσθαι καὶ σπουδάζειν ὑπὲρ τοῦ δεόντως ἐξαγγέλλειν τὰς πράξεις — δῆλον γὰρ ὡς οὐ μικρά, μεγάλα δὲ συμβάλλεται τοῦτο πρὸς τὴν ἱστορίαν — οὐ μὴν ἡγεμονικώτατόν γε καὶ πρῶτον αὐτὸ παρὰ τοῖς μετρίοις ἀνδράσι τίθεσθαι·
而我主张,确实应当用心并努力以得体的方式叙述史实——因为这显然对历史研究有非同小可、甚至是极大的贡献——然而,在有分寸的人看来,决不应该把这视为最首要和第一位的。
§16.17.11πολλοῦ γε δεῖν· ἄλλα γὰρ ἂν εἴη καλλίω μέρη τῆς ἱστορίας, ἐφʼ οἷς ἂν μᾶλλον σεμνυνθείη πολιτικὸς ἀνήρ.
远非如此;因为历史还有其他更优美的部分,政治家更能以此自豪。