§15.29.1λιστʼ ἔφη καὶ προσδεῖσθαι τῶν καταρξομένων.
――最も(憎悪が燃え上がっている)と彼は言った。 そして、口火を切る者をさらに必要としている、と。
οἱ δὲ Μακεδόνες ἀκούσαντες τούτων παροξύνονται, καὶ πέρας ἐπείσθησαν τῷ Μοιραγένει, καὶ πρώτας μὲν εὐθέως ἐπῄεσαν τὰς τῶν Μακεδόνων σκηνάς, μετὰ δὲ ταῦτα τὰς τῶν ἄλλων στρατιωτῶν·
マケドニア兵たちはこれを聞いて憤慨し、最後にはモイラゲネスに説得され、直ちにまずマケドニア兵たちのテントを、その後、他の兵士たちのテントを訪ねた。
§15.29.2εἰσὶ δʼ αὗται συνεχεῖς, πρὸς ἓν μέρος ἀπονενευκυῖαι τῆς πόλεως.
これら(のテント)は連続しており、市の一角に向かって位置していた。
§15.29.3οὔσης δὲ τῆς μὲν ὁρμῆς πάλαι προχείρου τῆς τῶν πολλῶν, προσδεομένης δὲ τοῦ προκαλεσομένου μόνον καὶ τολμήσοντος, ἅμα τῷ λαβεῖν ἀρχὴν τὸ πρᾶγμα ταχέως οἷον εἰ πῦρ ἐξέλαμψεν.
群衆の熱意は以前から準備ができており、ただ先頭に立って敢えて行動する者だけを求めていたので、事態が発端を得るやいなや、あたかも火が燃え広がるかのように、速やかに(怒りが)燃え上がった。
§15.29.4οὐ γὰρ ἐγενήθησαν ὧραι τέτταρες καὶ πάντα τὰ γένη συμπεφωνήκει καὶ τὰ στρατιωτικὰ καὶ τὰ πολιτικὰ πρὸς τὴν ἐπίθεσιν.
というのも、4時間も経たないうちに、軍事的な階層も市民的な階層もすべて、攻撃に向けて一致団結したからである。
§15.29.5συνήργησε γὰρ μεγάλα καὶ ταὐτόματον ἐν τῷ καιρῷ τούτῳ πρὸς τὴν συντέλειαν.
というのも、この時期に、偶然もまたこの結末に向けて大いに協力したからである。
§15.29.6ὁ μὲν γὰρ Ἀγαθοκλῆς, ἀνενεχθείσης πρὸς αὐτὸν ἐπιστολῆς καὶ κατασκόπων ἐπαναχθέντων, καὶ τῆς μὲν ἐπιστολῆς γεγραμμένης πρὸς τὰς δυνάμεις παρὰ τοῦ Τληπολέμου καὶ δηλούσης ὅτι παρέσται ταχέως, τῶν δὲ κατασκόπων διασαφούντων ὅτι πάρεστιν, §15.29.7οὕτως ἐξέστη τῶν φρενῶν ὥστʼ ἀφέμενος τοῦ πράττειν τι καὶ διανοεῖσθαι περὶ τῶν προσπεπτωκότων ἀπῆλθε κατὰ τὸν εἰθισμένον καιρὸν εἰς τὸν πότον, κἀκεῖ κατὰ τὴν εἰθισμένην ἀγωγὴν ἐπετέλει τὴν συνουσίαν.
というのもアガトクレスは、手紙がもたらされ偵察兵が連れ戻されたとき、その手紙はトレポレモスから諸軍に向けて書かれたもので、彼がまもなく到着することを示しており、また偵察兵は彼がすでに到着していることを明らかにしていたのだが、あまりにも我を忘れてしまったため、これらの突発事態について何らかの行動を起こしたり考えたりすることを放棄し、いつもの時間に酒宴へと赴き、そこでいつものやり方で宴会を催していた。
§15.29.8ἡ δʼ Οἰνάνθη περικακοῦσα παρῆν εἰς τὸ Θεσμοφορεῖον, ἀνεῳγμένου τοῦ νεὼ διά τινα θυσίαν ἐπέτειον.
一方、オイナンテはひどくうろたえてテスモポレイオンにやって来た。 そこは毎年の犠牲祭のために神殿が開かれていたのである。
§15.29.9καὶ τὸ μὲν πρῶτον ἐλιπάρει γονυπετοῦσα καὶ μαγγανεύουσα πρὸς τὰς θεάς, μετὰ δὲ ταῦτα καθίσασα πρὸς τὸν βωμὸν εἶχε τὴν ἡσυχίαν.
そして彼女は、最初はひざまずいて祈り、女神たちに対して呪術的な哀願を行っていたが、その後は祭壇のそばに座って静かにしていた。
αἱ μὲν οὖν πολλαὶ τῶν γυναικῶν, §15.29.10ἡδέως ὁρῶσαι τὴν δυσθυμίαν καὶ περικάκησιν αὐτῆς, ἀπεσιώπων·
さて、多くの女たちは、彼女の落胆とうろたえぶりを快く見て、沈黙を守っていた。
αἱ δὲ τοῦ Πολυκράτους συγγενεῖς καί τινες ἕτεραι τῶν ἐνδόξων, ἀδήλου τῆς περιστάσεως αὐταῖς ἀκμὴν ὑπαρχούσης, προσελθοῦσαι παρεμυθοῦντο τὴν Οἰνάνθην.
しかし、ポリュクラテスの親族の女たちや、その他の何人かの名高き女たちは、まだ自分たちにとって事態が不透明であったため、近づいていってオイナンテを慰めた。
§15.29.11ἡ δʼ ἀναβοήσασα μεγάλῃ τῇ φωνῇ "μή μοι πρόσιτέ" φησι "θηρία·
すると彼女は大声を上げて言った。 「近寄るな、獣どもめ。
καλῶς γὰρ ὑμᾶς γινώσκω, διότι καὶ φρονεῖθʼ ἡμῖν ἐναντία καὶ ταῖς θεαῖς εὔχεσθε τὰ δυσχερέστατα καθʼ ἡμῶν.
お前たちのことはよく分かっている。 お前たちが私たちに敵意を抱き、女神たちに私たちに対する最悪の災いを祈っていることを。
」「だが、神々が望まれるなら、お前たちに自分自身の子どもの肉を味わわせることになると、私は今でも信じている。
καὶ ταῦτʼ εἰποῦσα ταῖς ῥαβδούχοις ἀνείργειν προσέταξε καὶ παίειν τὰς μὴ πειθαρχούσας.
」そしてこのように言うと、彼女は護衛の女たちに、従わない女たちを追い払い、殴るように命じた。
§15.29.14αἱ δʼ ἐπιλαβόμεναι τῆς προφάσεως ταύτης ἀπηλλάττοντο πᾶσαι, τοῖς θεοῖς ἀνίσχουσαι τὰς χεῖρας καὶ καταρώμεναι λαβεῖν αὐτὴν ἐκείνην πεῖραν τούτων, ἃ κατὰ τῶν πέλας ἐπανετείνετο πράξειν.
しかし、彼女たちはこの口実を捉えて皆去っていき、神々に向けて手を差し上げ、隣人に対して彼女がなそうと脅したまさにそのことを彼女自身が経験するようにと呪った。