Humanitext Reader

波利比奥斯 · 历史 §15.29.1-15.29.14

士兵与市民反抗阿加托克雷斯的起义

第 840 段,共 1311 段 · 希腊语

内容简介

在莫伊拉格内斯的说服下,马其顿士兵和市民纷纷起义反抗阿加托克雷斯。危机步步逼近,阿加托克雷斯却选择饮酒逃避现实,其母奥伊南特则在神庙中吐露充满敌意的诅咒之言。

§15.29.1λιστʼ ἔφη καὶ προσδεῖσθαι τῶν καταρξομένων.
……最(高涨)的时候,他说,并且还需要有人来带头。
οἱ δὲ Μακεδόνες ἀκούσαντες τούτων παροξύνονται, καὶ πέρας ἐπείσθησαν τῷ Μοιραγένει, καὶ πρώτας μὲν εὐθέως ἐπῄεσαν τὰς τῶν Μακεδόνων σκηνάς, μετὰ δὲ ταῦτα τὰς τῶν ἄλλων στρατιωτῶν·
马其顿士兵听了这些话大受鼓舞,最终被莫伊拉格内斯说服,随即立刻首先前往马其顿人的帐篷,然后前往其他士兵的帐篷。
§15.29.2εἰσὶ δʼ αὗται συνεχεῖς, πρὸς ἓν μέρος ἀπονενευκυῖαι τῆς πόλεως.
这些帐篷是连续的,朝向城市的一角。
§15.29.3οὔσης δὲ τῆς μὲν ὁρμῆς πάλαι προχείρου τῆς τῶν πολλῶν, προσδεομένης δὲ τοῦ προκαλεσομένου μόνον καὶ τολμήσοντος, ἅμα τῷ λαβεῖν ἀρχὴν τὸ πρᾶγμα ταχέως οἷον εἰ πῦρ ἐξέλαμψεν.
由于群众的热情早已准备就绪,只缺一个来挑战并敢于行动的人,因此事情一旦开始,便迅速如烈火般蔓延开来。
§15.29.4οὐ γὰρ ἐγενήθησαν ὧραι τέτταρες καὶ πάντα τὰ γένη συμπεφωνήκει καὶ τὰ στρατιωτικὰ καὶ τὰ πολιτικὰ πρὸς τὴν ἐπίθεσιν.
因为还没过四个小时,所有阶层,无论是军人还是平民,都已经对这次进攻达成了一致。
§15.29.5συνήργησε γὰρ μεγάλα καὶ ταὐτόματον ἐν τῷ καιρῷ τούτῳ πρὸς τὴν συντέλειαν.
因为在这个关头,巧合也为这一结局的达成做出了巨大贡献。
§15.29.6ὁ μὲν γὰρ Ἀγαθοκλῆς, ἀνενεχθείσης πρὸς αὐτὸν ἐπιστολῆς καὶ κατασκόπων ἐπαναχθέντων, καὶ τῆς μὲν ἐπιστολῆς γεγραμμένης πρὸς τὰς δυνάμεις παρὰ τοῦ Τληπολέμου καὶ δηλούσης ὅτι παρέσται ταχέως, τῶν δὲ κατασκόπων διασαφούντων ὅτι πάρεστιν, §15.29.7οὕτως ἐξέστη τῶν φρενῶν ὥστʼ ἀφέμενος τοῦ πράττειν τι καὶ διανοεῖσθαι περὶ τῶν προσπεπτωκότων ἀπῆλθε κατὰ τὸν εἰθισμένον καιρὸν εἰς τὸν πότον, κἀκεῖ κατὰ τὴν εἰθισμένην ἀγωγὴν ἐπετέλει τὴν συνουσίαν.
因为阿加托克雷斯,当一封信呈递给他,且侦察兵被带回时,那封特雷波莱莫斯写给军队的信表明他很快就会到达,而侦察兵也证实他已经到达,他竟如此丧失理智,以至于放弃了对这些突发事件采取任何行动或思考,而在平时习惯的时间去喝酒,并在那里照常举行宴会。
§15.29.8ἡ δʼ Οἰνάνθη περικακοῦσα παρῆν εἰς τὸ Θεσμοφορεῖον, ἀνεῳγμένου τοῦ νεὼ διά τινα θυσίαν ἐπέτειον.
与此同时,奥伊南特极其焦虑地来到忒斯摩科里亚神庙,当时神庙正为了年度祭祀而开放。
§15.29.9καὶ τὸ μὲν πρῶτον ἐλιπάρει γονυπετοῦσα καὶ μαγγανεύουσα πρὸς τὰς θεάς, μετὰ δὲ ταῦτα καθίσασα πρὸς τὸν βωμὸν εἶχε τὴν ἡσυχίαν.
起初,她跪倒在女神面前,一边施展法术一边哀求,但在此之后,她便坐在祭坛旁保持沉默。
αἱ μὲν οὖν πολλαὶ τῶν γυναικῶν, §15.29.10ἡδέως ὁρῶσαι τὴν δυσθυμίαν καὶ περικάκησιν αὐτῆς, ἀπεσιώπων· αἱ δὲ τοῦ Πολυκράτους συγγενεῖς καί τινες ἕτεραι τῶν ἐνδόξων, ἀδήλου τῆς περιστάσεως αὐταῖς ἀκμὴν ὑπαρχούσης, προσελθοῦσαι παρεμυθοῦντο τὴν Οἰνάνθην.
而大多数妇女,幸灾乐祸地看着她的沮丧和焦虑,保持着沉默;而波利克拉特斯的亲属和其他一些名门妇女,由于局势对她们来说仍不明朗,便走上前去安抚奥伊南特。
§15.29.11ἡ δʼ ἀναβοήσασα μεγάλῃ τῇ φωνῇ "μή μοι πρόσιτέ" φησι "θηρία·
她却大声喊道:“别靠近我,你们这些野兽!
καλῶς γὰρ ὑμᾶς γινώσκω, διότι καὶ φρονεῖθʼ ἡμῖν ἐναντία καὶ ταῖς θεαῖς εὔχεσθε τὰ δυσχερέστατα καθʼ ἡμῶν.
我太了解你们了,你们对我们怀有敌意,并向女神们祈求最恶毒的灾祸降临在我们身上。
§15.29.12οὐ μὴν ἀλλʼ ἔτι πέποιθα τῶν θεῶν βουλομένων γεύσειν ὑμᾶς τῶν ἰδίων τέκνων" §15.29.13.
” “尽管如此,我依然相信,若神明垂允,定会让你们尝到自己亲生骨肉的滋味。
καὶ ταῦτʼ εἰποῦσα ταῖς ῥαβδούχοις ἀνείργειν προσέταξε καὶ παίειν τὰς μὴ πειθαρχούσας.
” 说罢,她便命令她的执杖女侍卫,将那些不服从的人赶走并殴打她们。
§15.29.14αἱ δʼ ἐπιλαβόμεναι τῆς προφάσεως ταύτης ἀπηλλάττοντο πᾶσαι, τοῖς θεοῖς ἀνίσχουσαι τὰς χεῖρας καὶ καταρώμεναι λαβεῖν αὐτὴν ἐκείνην πεῖραν τούτων, ἃ κατὰ τῶν πέλας ἐπανετείνετο πράξειν.
但她们借此借口纷纷离去,向神明举起双手,诅咒她自己去尝受她威胁要对邻人施加的那些惩罚。

词汇与语法注释

  1. 15.29.1λιστʼ ἔφη — 承接前一分块末尾的 `μά-`,此即 `[μά-]λιστα` 与动词 `ἔφη` 的省音结合形式。它通过插入陈述动词来延续前述的间接引语。
  2. 15.29.3οὔσης δὲ τῆς μὲν ὁρμῆς — 双重属格独立结构(`οὔσης ... προχείρου` 和 `προσδεομένης ...`)并列,为随后的主句 `ἅμα τῷ λαβεῖν ἀρχὴν τὸ πρᾶγμα ταχέως οἷον εἰ πῦρ ἐξέλαμψεν` 提供了背景和原因说明。
  3. 15.29.4οὐ γὰρ ἐγενήθησαν ὧραι τέτταρες καὶ — 一种希腊语惯用表达,意为“还没过去四个小时,……就发生”。并列连词 `καί` 将极短的时间流逝与随后的结果紧密地连接在一起。
  4. 15.29.6ὁ μὲν γὰρ Ἀγαθοκλῆς — 置于 §15.29.6 开头的主语 `ὁ μὲν γὰρ Ἀγαθοκλῆς`,中间夹杂了数个属格独立结构,经过长距离的间隔后才与 §15.29.7 中的主动词 `ἐξέστη` 相呼应。这种极端的超前结构(倒装)生动地刻画出周围紧迫的局势与阿加托克雷斯毫无防备、愚蠢逃避的态度之间的对比。

引用这一段

波利比奥斯, 历史 §15.29.1-15.29.14. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:15.29.1-15.29.14

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。