Humanitext Reader

波利比奥斯 · 历史 §15.25.19-15.25.37

阿加托克利斯的暴政与同特勒波莱莫斯的对立

第 835 段,共 1311 段 · 希腊语

内容简介

阿加托克利斯在清除政敌后重新堕落,使民众将希望寄托在特勒波莱莫斯身上。特勒波莱莫斯与阿加托克利斯之间的敌意公开化,从而引发了民众起义的导火索。

§15.25.19ταῦτα δʼ ἐγενήθη πρότερα τοῦ παρὰ Φιλίππῳ διαβουλίου, ὡς ἐδηλώσαμεν· ἀλλʼ ἐκείνων κατὰ τὴν τῆς διηγήσεως τάξιν προτέρων λαμβανομένων ἀναγκαῖον ἦν οὕτως ταῦτα χειρίζειν ὥστε πρότερον ἐξηγεῖσθαι τὰς ἐντεύξεις καὶ τοὺς χρηματισμοὺς τῶν πρεσβευτῶν καὶ τῆς καταστάσεως καὶ τῆς ἐξαποστολῆς.
这些事情发生在我们在腓力处的商议之前,正如我们已说明的那样;但在叙述的顺序上,由于那些事情被先行对待,因此有必要这样处理这些事情,以便首先阐述使节们的会见和协商,以及他们的任命和派遣。
§15.25.20ὁ δʼ Ἀγαθοκλῆς ἐπεὶ τοὺς ἐπιφανεστάτους τῶν ἀνδρῶν ἐκποδὼν ἐποίησε, καὶ τὸ πολὺ τῆς τοῦ πλήθους ὀργῆς παρακατέσχε τῇ τῶν ὀψωνίων ἀποδόσει, παρὰ πόδας εἰς τὴν ἐξ ἀρχῆς συνήθειαν ἐπανῆλθε.
而阿加托克利斯在清除了最杰出的人士,并通过发放军饷暂时平息了民众的大部分愤怒之后,立刻重蹈覆辙,回到了起初的行为习惯。
καὶ τὰς μὲν τῶν φίλων χώρας ἀνεπλήρωσε, §15.25.21παρεισαγαγὼν ἐκ τῆς διακονίας καὶ τῆς ἄλλης ὑπηρεσίας τοὺς εἰκαιοτάτους καὶ θρασυτάτους·
他填补了友们的空缺,引入了那些仆役和其他伺候人员中最卑贱和最放肆的人。
§15.25.22αὐτὸς δὲ τὸ πολὺ τῆς ἡμέρας καὶ τῆς νυκτὸς ἐν μέθῃ διέτριβε καὶ ταῖς τῇ μέθῃ παρεπομέναις ἀκρασίαις, οὐ φειδόμενος οὔτʼ ἀκμαζούσης γυναικὸς οὔτε νύμφης οὔτε παρθένου, καὶ πάντα ταῦτʼ ἔπραττε μετὰ τῆς ἐπαχθεστάτης φαντασίας.
他自己则把昼夜的大部分时间花在酗酒和随之而来的放荡中,既不放过风华正茂的妇人,也不放过新娘和处女,而且这一切都是以最令人厌恶的张扬态度进行的。
§15.25.23ὅθεν πολλῆς μὲν καὶ παντοδαπῆς γινομένης δυσαρεστήσεως, οὐδεμιᾶς δὲ θεραπείας οὐδὲ βοηθείας προσαγομένης, τὸ δʼ ἐναντίον ἀεὶ προσεπαγομένης ὕβρεως, ὑπερηφανίας, ῥᾳθυμίας, §15.25.24ἀνεθυμιᾶτο πάλιν ἐν τοῖς πολλοῖς τὸ προϋπάρχον μῖσος καὶ πάντες ἀνενεοῦντο τὰ προγεγενημένα περὶ τὴν βασιλείαν ἀτυχήματα διὰ τοὺς ἀνθρώπους τούτους.
因而产生了巨大且多方面的怨恨,而没有任何挽救或补救措施,相反,傲慢、无礼和懈怠却不断加剧,民众中原有的仇恨再次死灰复燃,所有人都在心里复盘着因为这伙人而使王国曾经遭受的种种不幸。
§15.25.25τῷ δὲ μηδὲν ἔχειν πρόσωπον ἀξιόχρεων τὸ προστησόμενον, καὶ διʼ οὗ τὴν ὀργὴν εἰς τὸν Ἀγαθοκλέα καὶ τὴν Ἀγαθόκλειαν ἀπερείσονται, τὴν ἡσυχίαν ἦγον, ἔτι μίαν ἐλπίδα καραδοκοῦντες τὴν κατὰ τὸν Τληπόλεμον καὶ ταύτῃ προσανέχοντες.
然而,由于没有一个足以为首领的体面人物可以挺身而出,也没有一个可以让他们向阿加托克利斯和阿加托克莱雅倾泄怒火的途径,所以他们保持着沉默,但心中仍翘首期盼着关于特勒波莱莫斯的唯一希望,并寄托于此。
§15.25.26ὁ δὲ Τληπόλεμος, ἕως μὲν ὁ βασιλεὺς ἔζη, τὰ καθʼ αὑτὸν ἔπραττεν· ἅμα δὲ τῷ μεταλλάξαι ʼκεῖνον ταχέως ἐξομαλίσας τὰ πλήθη στρατηγὸς πάλιν ἐγενήθη τῶν κατὰ Πηλούσιον τόπων.
而特勒波莱莫斯在国王在世时本分行事;但随着国王去世,他迅速平息并争取了民众,再次成为佩鲁西乌姆地区的将军。
§15.25.27καὶ τὰς μὲν ἀρχὰς ἐποιεῖτο τὴν ἀναφορὰν τῶν πραττομένων ἐπὶ τὸ τοῦ βασιλέως συμφέρον, πεπεισμένος ὑπάρξειν τι συνέδριον ὃ τήν τε τοῦ παιδὸς ἐπιτροπείαν ἕξει καὶ τὴν τῶν ὅλων προστασίαν.
起初,他根据国王的利益来汇报所行之事,确信会有一个委员会来承担对男孩的监护和对全局的治理。
§15.25.28ὡς δʼ ἑώρα τοὺς μὲν ἀξίους ἐπιτροπῆς ἄνδρας ἐκποδὼν γεγονότας, τῆς δὲ τῶν ὅλων ἀρχῆς κατατολμῶντα τὸν Ἀγαθοκλέα, ταχέως ἐφʼ ἑτέρας ἐγένετο γνώμης, ὑφορώμενος τὸν προεστῶτα κίνδυνον διὰ τὴν ὑποκειμένην αὐτοῖς ἔχθραν, καὶ τάς τε δυνάμεις περὶ αὑτὸν ἥθροιζε καὶ περὶ πόρον ἐγίνετο χρημάτων, ἵνα μηδενὶ τῶν ἐχθρῶν εὐχείρωτος ᾖ.
但当他看到那些配得上监护人身份的人已被清除,而阿加托克利斯却胆敢染指对全局的统治时,他迅速改变了主意。 由于他们之间原本存在的敌意,他察觉到迫在眉睫的危险,于是开始把军队聚集在自己周围,并着手筹措资金,以免轻易落入任何敌人的手中。
§15.25.29ἅμα δὲ καὶ τὴν τοῦ παιδὸς ἐπιτροπείαν καὶ τὴν τῶν ὅλων προστασίαν εἰς ἑαυτὸν ἥξειν οὐκ ἀπήλπιζε, νομίζων καὶ κατὰ τὴν ἰδίαν μὲν κρίσιν αὐτὸς ἀξιοχρεώτερος ὑπάρχειν Ἀγαθοκλέους πρὸς πᾶν, ἔτι μᾶλλον δὲ πυνθανόμενος καὶ τὰς ὑφʼ ἑαυτὸν ταττομένας δυνάμεις καὶ τὰς κατὰ τὴν Ἀλεξάνδρειαν ἐπʼ ἐκείνῳ τὰς ἐλπίδας ἔχειν τοῦ καταλύειν τὴν Ἀγαθοκλέους ὕβριν.
与此同时,他也并未放弃让男孩的监护权和对全局的治理权落到自己身上的希望,因为他不仅自认为在各方面都比阿加托克利斯更配得上这一重任,而且在听说自己麾下的军队以及亚历山大里亚的军队都寄希望于他来终结阿加托克利斯的专横之后,这种想法就更加坚定了。
§15.25.30οὔσης δὲ περὶ αὐτὸν οἵας εἴρηκα διαλήψεως, ταχέως τὰ τῆς διαφορᾶς αὔξησιν ἔλαβε συνεργούντων ἀμφοτέρων πρὸς τὴν τοιαύτην ὑπόθεσιν.
既然关于他的舆论如我所说,加之双方都在朝这方面推波助澜,他们之间的分歧迅速扩大了。
§15.25.31ὁ μὲν γὰρ Τληπόλεμος, ἐξιδιάζεσθαι σπεύδων τοὺς ἡγεμόνας καὶ ταξιάρχους καὶ τοὺς ἐπὶ τούτων ταττομένους, συνῆγε πότους ἐπιμελῶς, καὶ παρὰ τὰς συνουσίας τὰ μὲν ὑπὸ τῶν πρὸς χάριν λεγόντων αἰκαλλόμενος, τὰ δʼ ὑπὸ τῆς ἰδίας ὁρμῆς, ἅτε νέος ὢν καὶ παρὰ τὸν οἶνον γινομένης τῆς ὁμιλίας, ἐρρίπτει λόγους κατὰ τῆς συγγενείας τῆς τῶν περὶ τὸν Ἀγαθοκλέα, τὰς μὲν ἀρχὰς αἰνιγματώδεις, εἶτʼ ἀμφιβόλους, τὸ δὲ τελευταῖον ἐκφανεῖς καὶ τὴν πικροτάτην ἔχοντας λοιδορίαν.
因为特勒波莱莫斯急于将将领、队长以及他们手下的人争取到自己一边,所以精心组织宴饮,并在聚会期间,一方面受到阿谀奉承之人的怂恿,另一方面受自身冲动的驱使——毕竟年轻,且是在酒后交谈——他吐露了针对阿加托克利斯家族的言论,起初是谜一般的,接着是含糊其辞的,最后则是露骨且带有极尽刻薄之侮辱的。
§15.25.32ἐπεχεῖτο γὰρ τοῦ θρανογράφου καὶ τῆς σαμβυκιστρίας καὶ τῆς κουρίδος, ἔτι δὲ τοῦ παιδαρίου τοῦ πάντα πεποιηκότος καὶ πεπονθότος παρὰ τοὺς πότους, ὅτʼ ἐῳνοχόει τῷ βασιλεῖ παῖς ὤν.
因为他猛烈攻击那个抄写员、那个弹竖琴的女人、那个女理发师,甚至是那个在童年时作为国王的侍酒童、在宴席上做尽并忍受了一切丑事的男孩。
§15.25.33ἐπὶ δὲ τούτοις ἀεὶ τῶν συμπαρόντων γελώντων καὶ συμβαλλομένων τι πρὸς τὸν χλευασμόν, ταχέως εἰς τοὺς περὶ τὸν Ἀγαθοκλέα τὸ πρᾶγμα παρεγενήθη.
鉴于在座的人总是对此发笑并随声附和,这件事很快就传到了阿加托克利斯一伙人的耳中。
§15.25.34γενομένης δʼ ἔχθρας ὁμολογουμένης εὐθέως ὁ Ἀγαθοκλῆς διαβολὴν εἰσῆγε κατὰ τοῦ Τληπολέμου, φάσκων αὐτὸν ἀλλοτριάζειν τοῦ βασιλέως καὶ καλεῖν Ἀντίοχον ἐπὶ τὰ πράγματα.
当敌意变得公开时,阿加托克利斯立即发起对特勒波莱莫斯的诽谤,声称他背叛了国王,并正在邀请安条克来接管国政。
§15.25.35καὶ πολλὰς εἰς τοῦτο τὸ μέρος εὐπόρει πιθανότητας, τὰς μὲν ἐκ τῶν συμβαινόντων παρεκδεχόμενος καὶ διαστρέφων, τὰς δʼ ἐκ καταβολῆς πλάττων καὶ διασκευάζων.
在这方面,他炮制了许多具有说服力的说辞,部分是通过对现实发生之事的误解和扭曲,部分则是从头捏造和虚构。
§15.25.36ταῦτα δʼ ἐποίει βουλόμενος τὰ πλήθη παροξύνειν κατὰ τοῦ Τληπολέμου· συνέβαινε δὲ τοὐναντίον.
他做这些本是想煽动民众反对特勒波莱莫斯;但结果恰恰相反。
πάλαι γὰρ ἐπὶ τῷ προειρημένῳ τὰς ἐλπίδας ἔχοντες οἱ πολλοὶ καὶ λίαν ἡδέως ἑώρων ἐκκαιομένην τὴν διαφοράν.
因为民众早就对后者寄予厚望,并且非常乐意看到这场争端的爆发。
§15.25.37ἐγένετο δʼ ἡ καταρχὴ τοῦ περὶ τὰ πλήθη κινήματος διά τινας τοιαύτας αἰτίας.
民众骚乱的起因是由如下一些原因引起的。
Νίκων ὁ συγγενὴς τῶν περὶ τὸν Ἀγαθοκλέα ζῶντος ἔτι τοῦ βασιλέως καθεσταμένος ἦν ἐπὶ τοῦ ναυτικοῦ· τότε δὲ τῶν
阿加托克利斯一伙的亲戚尼康在国王生前就被任命为主管海军的官员;而当时……

词汇与语法注释

  1. §15.25.19ἐκείνων κατὰ τὴν τῆς διηγήσεως τάξιν προτέρων λαμβανομένων — 属格独立分词结构(绝对属格)。`ἐκείνων`(指关于腓力的那些事情)作分词 `λαμβανομένων` 的逻辑主语,表原因。
  2. §15.25.25τῷ δὲ μηδὲν ἔχειν πρόσωπον ἀξιόχρεων τὸ προστησόμενον — 由与格定冠词 `τῷ` 引导的对格不定式结构(`μηδὲν ἔχειν πρόσωπον`),表示原因(“因为没有……”)。此外,将来时分词 `τὸ προστησόμενον` 表示目的(“挺身而出进行领导的人”)。
  3. §15.25.31τὰ μὲν ὑπὸ τῶν πρὸς χάριν λεγόντων αἰκαλλόμενος, τὰ δʼ ὑπὸ τῆς ἰδίας ὁρμῆς — `τὰ μὲν... τὰ δʼ` 作副词性对格使用,表示对比性的原因或方式(“一方面……,另一方面……”)。分词 `αἰκαλλόμενος`(被谄媚)仅与前一个分句相关联。
  4. §15.25.32ἐπεχεῖτο γὰρ τοῦ θρανογράφου — 动词 `ἐπεχεῖτο`(`ἐπέχω` 的中动语态)支配属格 `τοῦ θρανογράφου`(以及后续的名词群),表示“攻击”或“非难”。

引用这一段

波利比奥斯, 历史 §15.25.19-15.25.37. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:15.25.19-15.25.37

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。