§15.24.1ὅτι Φίλιππος κατὰ τὸν ἀνάπλουν ἕτερον ἐφʼ ἑτέρῳ παρασπόνδημα μεταχειριζόμενος προσέσχε περὶ μέσον ἡμέρας πρὸς τὴν τῶν Θασίων πόλιν, καὶ ταύτην φιλίαν οὖσαν ἐξηνδραποδίσατο.
フィリッポスは航行の途中で、次から次へと条約破りを働きつつ、正午頃にタソス人の都市に接岸し、この都市が友好関係にあったにもかかわらず、これを奴隷化した。
— §15.24.2Θάσιοι εἶπον πρὸς Μητρόδωρον τὸν Φιλίππου στρατηγὸν παραδοῦναι τὴν πόλιν εἰ διατηρήσοι αὐτοὺς ἀφρουρήτους, ἀφορολογήτους, ἀνεπισταθμεύτους, νόμοις χρῆσθαι τοῖς ἰδίοις.
— タソス人たちはフィリッポスの将軍メトロドロスに対し、もし彼らを駐屯軍なし、貢納なし、宿舎提供なしに保ち、自分たちの法律を用いる(ことを許す)ならば、都市を引き渡すと述べた。
—
συγχωρεῖν τὸν βασιλέα Θασίους ἀφρουρήτους,
— (メトロドロスは)王がタソス人たちを駐屯軍なしにすることを認めると(回答した)。
§15.24.3ἀφορολογήτους, ἀνεπισταθμεύτους, νόμοις χρῆσθαι τοῖς ἰδίοις.
貢納なし、宿舎提供なしとし、自分たちの法律を用いることを(認めると)。
ἐπισημηναμένων δὲ μετὰ κραυγῆς πάντων τὰ ῥηθέντα παρήγαγον τὸν Φίλιππον εἰς τὴν πόλιν. —
全員が叫び声とともに語られた条件を承認すると、彼らはフィリッポスを都市の中へと導き入れた。
§15.24.4ἴσως μὲν γὰρ πάντες οἱ βασιλεῖς κατὰ τὰς πρώτας ἀρχὰς πᾶσι προτείνουσι τὸ τῆς ἐλευθερίας ὄνομα καὶ φίλους προσαγορεύουσι καὶ συμμάχους τοὺς κοινωνήσαντας σφίσι τῶν αὐτῶν ἐλπίδων, καθικόμενοι δὲ τῶν πράξεων παρὰ πόδας οὐ συμμαχικῶς, ἀλλὰ δεσποτικῶς χρῶνται τοῖς πιστεύσασι·
— というのも、おそらくすべての王たちは支配の初期においてはすべての人々に自由の名を提示し、自分たちと同じ希望を共有した者たちを友人や同盟者と呼ぶが、ひとたび目的を成し遂げると、直ちに彼らを信じた者たちを同盟者としてではなく、支配者として扱うからである。
§15.24.5διὸ καὶ τοῦ μὲν καλοῦ διαψεύδονται, τοῦ δὲ παραυτὰ συμφέροντος ὡς ἐπίπαν οὐκ ἀποτυγχάνουσι·
それゆえまた、彼らは美徳(の評判)においては期待を裏切る(失う)ことになるが、目先の利益については大抵の場合、手に入れることに失敗しない。
§15.24.6τὸ δʼ ἐπιβαλλόμενον τοῖς μεγίστοις καὶ περιλαμβάνοντα ταῖς ἐλπίσι τὴν οἰκουμένην καὶ πάσας ἀκμὴν ἀκεραίους ἔχοντα τὰς ἐπιβολὰς εὐθέως ἐν τοῖς ἐλαχίστοις καὶ πρώτοις τῶν ὑποπιπτόντων ἐπικηρύττειν ἅπασι τὴν ἀθεσίαν αὑτοῦ καὶ τὴν ἀβεβαιότητα πῶς οὐκ ἂν δόξειεν ἀλόγιστον εἶναι καὶ μανικόν;
しかし、最大の事柄に挑み、希望において世界を包摂し、すべての企てをなおも損なわれずに保っている者(フィリッポス)が、自らの手中に落ちてきた最小かつ最初の者たちに対して直ちに自身の不義と不実さを万人に公表することは、どうして理性を欠いた、狂気的な行いと思わずにいられようか。