Humanitext Reader

波利比奥斯 · 历史 §15.24.1-15.24.6

腓力欺骗并奴役萨索斯之愚行

第 832 段,共 1311 段 · 希腊语

内容简介

叙述了腓力如何诱骗并奴役友好城市萨索斯,并批判了企图统治世界的君主却因眼前的小利而向世人暴露自己背信弃义的愚蠢行径。

§15.24.1ὅτι Φίλιππος κατὰ τὸν ἀνάπλουν ἕτερον ἐφʼ ἑτέρῳ παρασπόνδημα μεταχειριζόμενος προσέσχε περὶ μέσον ἡμέρας πρὸς τὴν τῶν Θασίων πόλιν, καὶ ταύτην φιλίαν οὖσαν ἐξηνδραποδίσατο.
腓力在航行途中接二连三地背弃盟约,于正午时分在萨索斯人的城市接岸,并将这座本处于友好关系的城市奴役了。
§15.24.2Θάσιοι εἶπον πρὸς Μητρόδωρον τὸν Φιλίππου στρατηγὸν παραδοῦναι τὴν πόλιν εἰ διατηρήσοι αὐτοὺς ἀφρουρήτους, ἀφορολογήτους, ἀνεπισταθμεύτους, νόμοις χρῆσθαι τοῖς ἰδίοις.
— 萨索斯人对腓力的将军梅特罗多鲁斯说,如果能让他们免于驻军、免于纳贡、免于提供宿营地,并允许他们使用自己的法律,他们就会交出城市。
— συγχωρεῖν τὸν βασιλέα Θασίους ἀφρουρήτους, §15.24.3ἀφορολογήτους, ἀνεπισταθμεύτους, νόμοις χρῆσθαι τοῖς ἰδίοις.
— (梅特罗多鲁斯答复说)国王同意萨索斯人免于驻军、免于纳贡、免于提供宿营地,并使用自己的法律。
ἐπισημηναμένων δὲ μετὰ κραυγῆς πάντων τὰ ῥηθέντα παρήγαγον τὸν Φίλιππον εἰς τὴν πόλιν. —
当所有人大声赞同这些提议时,他们便将腓力迎进了城里。
§15.24.4ἴσως μὲν γὰρ πάντες οἱ βασιλεῖς κατὰ τὰς πρώτας ἀρχὰς πᾶσι προτείνουσι τὸ τῆς ἐλευθερίας ὄνομα καὶ φίλους προσαγορεύουσι καὶ συμμάχους τοὺς κοινωνήσαντας σφίσι τῶν αὐτῶν ἐλπίδων, καθικόμενοι δὲ τῶν πράξεων παρὰ πόδας οὐ συμμαχικῶς, ἀλλὰ δεσποτικῶς χρῶνται τοῖς πιστεύσασι·
— 因为或许所有的君主在统治之初,都会向所有人宣示自由之名,并将与他们抱有共同希望的人称为朋友和盟友;然而一旦得逞,他们立即使役那些信任他们的人,不再视其为盟友,而是视其为奴仆。
§15.24.5διὸ καὶ τοῦ μὲν καλοῦ διαψεύδονται, τοῦ δὲ παραυτὰ συμφέροντος ὡς ἐπίπαν οὐκ ἀποτυγχάνουσι·
因而,他们虽然在美德(的名声)上令人大失所望,但在眼前的利益上,大抵总是能如愿以偿。
§15.24.6τὸ δʼ ἐπιβαλλόμενον τοῖς μεγίστοις καὶ περιλαμβάνοντα ταῖς ἐλπίσι τὴν οἰκουμένην καὶ πάσας ἀκμὴν ἀκεραίους ἔχοντα τὰς ἐπιβολὰς εὐθέως ἐν τοῖς ἐλαχίστοις καὶ πρώτοις τῶν ὑποπιπτόντων ἐπικηρύττειν ἅπασι τὴν ἀθεσίαν αὑτοῦ καὶ τὴν ἀβεβαιότητα πῶς οὐκ ἂν δόξειεν ἀλόγιστον εἶναι καὶ μανικόν;
然而,对于一个正图谋极伟大的事业、在希望中包揽整个世界,且其所有企图至今依然完好无损的人来说,在归顺他的最小且最早的那些人身上,立刻向世人昭示自己的背信弃义和反覆无常,这怎能不被看作是毫无理性且近乎疯狂的举动?

词汇与语法注释

  1. 15.24.2εἰ διατηρήσοι — 未来希求法(oblique optative),由直接引语中的将来直说语气 εἰ διατηρήσει 因主句过去时态动词 εἶπον 而转入间接引语。它与并列的不定式 χρῆσθαι 共同构成了萨索斯人提出的条件从句。
  2. 15.24.2συγχωρεῖν — 独立的不定式(带对格的不定式结构),在语境中作为梅特罗多鲁斯回答的间接引语,意为“(梅特罗多鲁斯答复说)国王同意……”。它作为对萨索斯人所提条件的接受。
  3. 15.24.6τὸ δʼ ἐπιβαλλόμενον ... ἐπικηρύττειν — 冠饰 τὸ 使不定式 ἐπικηρύττειν 名词化。现在分词 ἐπιβαλλόμενον、περιλαμβάνοντα 和 ἔχοντα 在单数阳性对格上与该不定式的逻辑主语(腓力)保持一致。这一长主语从句构成了整个主句 πῶς οὐκ ἂν δόξειεν 的逻辑主语。

引用这一段

波利比奥斯, 历史 §15.24.1-15.24.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:15.24.1-15.24.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。