Humanitext Reader

ポリュビオス · 歴史 §15.10.1-15.10.7

プブリウスによる決戦前の演説と兵士の鼓舞

818 / 1311 箇所 · ギリシア語

要旨

スキピオ(プブリウス)は決戦を前に兵士たちを鼓舞し、勝利したときの多大な名誉と、敗北したり逃亡したりしたときの悲惨な運命を説いて、勝利か死かの覚悟で戦うよう促す。

§15.10.1ταῦτα δʼ ἑτοιμασάμενος ἐπεπορεύετο παρακαλῶν τὰς δυνάμεις βραχέως μέν, οἰκείως δὲ τῆς ὑποκειμένης περιστάσεως.
これらを準備すると、彼は兵たちの間を回り、簡潔ながらも直面している局面にふさわしい言葉で軍を鼓舞した。
§15.10.2ἠξίου γὰρ μνημονεύοντας τῶν προγεγονότων ἀγώνων ἄνδρας ἀγαθοὺς γίνεσθαι, σφῶν καὶ τῆς πατρίδος ἀξίους, καὶ λαμβάνειν πρὸ ὀφθαλμῶν ὅτι κρατήσαντες μὲν τῶν ἐχθρῶν οὐ μόνον τῶν ἐν Λιβύῃ πραγμάτων ἔσονται κύριοι βεβαίως, ἀλλὰ καὶ τῆς ἄλλης οἰκουμένης τὴν ἡγεμονίαν καὶ δυναστείαν ἀδήριτον αὑτοῖς τε καὶ τῇ πατρίδι περιποιήσουσιν·
彼は彼らに対し、これまでの戦いを思い起こして自分自身と祖国にふさわしい勇者となること、そして敵に勝利したならばリビアの支配権を確固たるものにするだけでなく、他の既知世界全体に対する争う余地のない覇権と支配権を自分たち自身と祖国にもたらすことになるのだと、目の前に思い描くよう求めた。
§15.10.3ἐὰν δʼ ὡς ἄλλως ἐκβῇ τὰ κατὰ τὸν κίνδυνον, οἱ μὲν ἀποθανόντες εὐγενῶς ἐν τῇ μάχῃ κάλλιστον ἐντάφιον ἕξουσι τὸν ὑπὲρ τῆς πατρίδος θάνατον, οἱ δὲ διαφυγόντες αἴσχιστον καὶ ἐλεεινότατον τὸν ἐπίλοιπον βίον.
しかし、もし危機の結末がそれとは異なるものになれば、戦いの中で気高く死ぬ者は祖国のための死という最も美しい死に装束を得るが、生き延びて逃れる者は最も恥ずべき、かつ哀れな残りの人生を送ることになるであろう、と。
§15.10.4ἀσφάλειαν γὰρ τοῖς φυγοῦσιν οὐδεὶς ἱκανὸς περιποιῆσαι τόπος τῶν ἐν τῇ Λιβύῃ· πεσοῦσι δʼ ὑπὸ τὰς τῶν Καρχηδονίων χεῖρας οὐκ ἄδηλα [εἶναι] τὰ συμβησόμενα τοῖς ὀρθῶς λογιζομένοις·
なぜなら、リビアのいかなる場所も、逃亡者に十分な安全を提供することはできないからであり、カルタゴ人の手に落ちる者たちに何が起こるかは、正しく考える者にとって明白だからである。
"ὧν" ἔφη "μηδενὶ γένοιτο πεῖραν ὑμῶν λαβεῖν.
「諸君の誰一人として」と彼は言った、「これを身をもって経験することがありませんように。
§15.10.5τῆς δʼ οὖν τύχης ἡμῖν τὰ μέγιστα τῶν ἄθλων εἰς ἑκάτερον τὸ μέρος ἐκτεθεικυίας, πῶς οὐκ ἂν εἴημεν ἀγεννέστατοι καὶ συλλήβδην ἀφρονέστατοι πάντων, εἰ παρέντες τὰ κάλλιστα τῶν ἀγαθῶν ἑλοίμεθα τὰ μέγιστα τῶν κακῶν διὰ φιλοζωίαν;
かくして運命の女神が、いずれの側にも最大級の報酬を提示している以上、もし私たちが最も美しい善きものを手放し、生への執着から最大の災いを選ぶとするなら、私たちはこれ以上なく卑劣で、一言で言えばすべての人間の中で最も愚か者ということにならないだろうか。
§15.10.6"διόπερ ἠξίου δύο προθεμένους, ταῦτα δʼ ἐστὶν ἢ νικᾶν ἢ θνήσκειν, ὁμόσε χωρεῖν εἰς τοὺς πολεμίους.
」それゆえ、彼は彼らに「勝利するか、死ぬか」という二つの選択肢を前に据えて、敵に向かって一丸となって突き進むよう求めた。
§15.10.7τοὺς γὰρ τοιαύτας ἔχοντας διαλήψεις κατʼ ἀνάγκην ἀεὶ κρατεῖν τῶν ἀντιταττομένων, ἐπειδὰν ἀπελπίσαντες τοῦ ζῆν ἴωσιν εἰς τὴν μάχην.
なぜなら、そのような覚悟を持つ者たちは、生への執着を捨てて戦いに臨むとき、立ち塞がる敵に必ずや常に勝利するものだからである。

語釈・文法注

  1. §15.10.1οἰκείως δὲ τῆς ὑποκειμένης περιστάσεως — 副詞 οἰκείως(ふさわしく)が属格 τῆς ὑποκειμένης περιστάσεως(直面している状況)を支配している。「状況に適した形で」の意。
  2. §15.10.2μνημονεύοντας τῶν προγεγονότων ἀγώνων ἄνδρας ἀγαθοὺς γίνεσθαι — 動詞 ἠξίου(求めた)が支配する対格不定詞構文。分詞 μνημονεύοντας は、不定詞 γίνεσθαι の意味上の主語である対格 ἄνδρας(または補語の ἄνδρας ἀγαθοὺς)に呼応して対格複数男性形をとる。
  3. §15.10.3κάλλιστον ἐντάφιον ἕξουσι τὸν ὑπὲρ τῆς πατρίδος θάνατον — τὸν ὑπὲρ τῆς πατρίδος θάνατον(祖国のための死)が目的語であり、κάλλιστον ἐντάφιον(最も美しい死に装束)が目的格補語。これは古典ギリシア文学における伝統的な比喩表現。
  4. §15.10.4ὧν — 文頭の関係代名詞で、直前の内容(カルタゴ人の手に落ちた者に起こる惨劇)を先行詞とする接続的用法(relative connection)。
  5. §15.10.5τῆς δʼ οὖν τύχης ... ἐκτεθεικυίας — 属格独立分詞構文。接続小辞 δʼ οὖν(ともあれ、さて)を伴い、前提条件あるいは理由を導入している。

この箇所を引用する

ポリュビオス, 歴史 §15.10.1-15.10.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:15.10.1-15.10.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。