§15.9.1ταῦτα μὲν οὖν διαλεχθέντες αὑτοῖς Ἀννίβας καὶ Πόπλιος ἐχωρίσθησαν, ἀσύμβατον ποιησάμενοι τὴν κοινολογίαν.
ハンニバルとプブリウスはこのように会談した後、交渉を決裂させて別れた。
§15.9.2εἰς δὲ τὴν ἐπαύριον ἅμα τῷ φωτὶ τὰς δυνάμεις ἐξῆγον ἀμφότεροι καὶ συνίσταντο τὸν ἀγῶνα, Καρχηδόνιοι μὲν ὑπὲρ τῆς σφετέρας σωτηρίας καὶ τῶν κατὰ τὴν Λιβύην πραγμάτων, Ῥωμαῖοι δὲ περὶ τῆς τῶν ὅλων ἀρχῆς καὶ δυναστείας.
翌朝、夜明けとともに双方は軍を繰り出し、戦端を開こうと陣を敷いた。 カルタゴ人は自らの生存とリビアにおける権益のために、ローマ人は世界全体の支配と覇権をめぐって。
§15.9.3ἐφʼ ἃ τίς οὐκ ἂν ἐπιστήσας συμπαθὴς γένοιτο κατὰ τὴν ἐξήγησιν;
これらに心を留めて、その叙述の際、深く心を動かされずにいられる者が誰にいようか。
§15.9.4οὔτε γὰρ δυνάμεις πολεμικωτέρας οὔθʼ ἡγεμόνας ἐπιτυχεστέρους τούτων καὶ μᾶλλον ἀθλητὰς γεγονότας τῶν κατὰ πόλεμον ἔργων εὕροι τις ἂν ἑτέρους, οὐδὲ μὴν ἆθλα μείζω τὴν τύχην ἐκτεθεικυῖαν τοῖς ἀγωνιζομένοις τῶν τότε προκειμένων·
なぜなら、これらより戦闘的な軍隊も、これらより幸運で、かつ戦争という営みの真の闘士たる指揮官も、他に見出すことはできないであろうし、運命の女神が戦う者たちに提示した賞品も、当時目の前に置かれていたものより大きなものはなかったからである。
§15.9.5οὐ γὰρ τῆς Λιβύης αὐτῆς οὐδὲ τῆς Εὐρώπης ἔμελλον κυριεύειν οἱ τῇ μάχῃ κρατήσαντες, ἀλλὰ καὶ τῶν ἄλλων μερῶν τῆς οἰκουμένης, ὅσα νῦν πέπτωκεν ὑπὸ τὴν ἱστορίαν.
戦いに勝利した者たちが支配することになるのは、リビアそれ自体やヨーロッパだけでなく、現在歴史の記述に入っている、既知世界の他のすべての地域であったからである。
ὃ καὶ συνέβη γενέσθαι μετʼ ὀλίγον.
そしてそれは、そのすぐ後に現実となった。
§15.9.6πλὴν ὁ μὲν Πόπλιος ἔθηκε τὰς τάξεις τῶν ἰδίων δυνάμεων τὸν τρόπον τοῦτον.
さて、プブリウスは自軍の陣形を次のように配置した。
§15.9.7πρῶτον μὲν τοὺς ἁστάτους καὶ τὰς τούτων σημαίας ἐν διαστήμασιν, ἐπὶ δὲ τούτοις τοὺς πρίγκιπας, τιθεὶς τὰς σπείρας οὐ κατὰ τὸ τῶν πρώτων σημαιῶν διάστημα, καθάπερ ἔθος ἐστὶ τοῖς Ῥωμαίοις, ἀλλὰ καταλλήλους ἐν ἀποστάσει διὰ τὸ πλῆθος τῶν παρὰ τοῖς ἐναντίοις ἐλεφάντων·
まずハスタティとその中隊を間隔を開けて並べ、その背後にプリンキペスを配置したが、その際、ローマ人の常習である前列の中隊の隙間を塞ぐ位置に歩兵大隊を配置するのではなく、敵の象の多さに対処するために、距離を開けて一直線上に重なるように配置した。
τελευταίους δʼ ἐπέστησε τοὺς τριαρίους.
そして最後にトリアリイを控えさせた。
§15.9.8ἐπὶ δὲ τῶν κεράτων ἔταξε κατὰ μὲν τὸ λαιὸν Γάιον Λαίλιον, ἔχοντα τοὺς Ἰταλικοὺς ἱππέας, κατὰ δὲ τὸ δεξιὸν μέρος Μασαννάσαν μετὰ πάντων τῶν ὑφʼ ἑαυτὸν ταττομένων Νομάδων.
両翼には、左翼にイタリア騎兵を率いるガイウス・ラエリウスを配し、右翼にはマサニッサを、彼の下に組織されたすべてのヌミディア人とともに配した。
§15.9.9τὰ δὲ διαστήματα τῶν πρώτων σημαιῶν ἀνεπλήρωσε ταῖς τῶν γροσφομάχων σπείραις, παραγγείλας τούτοις προκινδυνεύειν, §15.9.10ἐὰν δʼ ἐκβιάζωνται κατὰ τὴν τῶν θηρίων ἔφοδον, ἀποχωρεῖν, τοὺς μὲν καταταχοῦντας διὰ τῶν ἐπʼ εὐθείας διαστημάτων εἰς τοὐπίσω τῆς ὅλης δυνάμεως, τοὺς δὲ περικαταλαμβανομένους εἰς τὰ πλάγια παρίστασθαι διαστήματα κατὰ τὰς σημαίας.
そして、ハスタティの中隊の間の隙間を軽装歩兵の部隊で埋め、彼らには先頭で敵を防ぎ、もし獣たちの突撃によって圧倒された場合には退却するが、逃げ足の速い者はまっすぐ通る隙間から全軍の背後へと退き、追いつかれそうになっている者は中隊に沿って横の隙間へと逃げ込むように命じた。