§15.10.1ταῦτα δʼ ἑτοιμασάμενος ἐπεπορεύετο παρακαλῶν τὰς δυνάμεις βραχέως μέν, οἰκείως δὲ τῆς ὑποκειμένης περιστάσεως.
做好这些准备后,他巡视军中,向部下作了简短但切合当前形势的动员。
§15.10.2ἠξίου γὰρ μνημονεύοντας τῶν προγεγονότων ἀγώνων ἄνδρας ἀγαθοὺς γίνεσθαι, σφῶν καὶ τῆς πατρίδος ἀξίους, καὶ λαμβάνειν πρὸ ὀφθαλμῶν ὅτι κρατήσαντες μὲν τῶν ἐχθρῶν οὐ μόνον τῶν ἐν Λιβύῃ πραγμάτων ἔσονται κύριοι βεβαίως, ἀλλὰ καὶ τῆς ἄλλης οἰκουμένης τὴν ἡγεμονίαν καὶ δυναστείαν ἀδήριτον αὑτοῖς τε καὶ τῇ πατρίδι περιποιήσουσιν· §15.10.3ἐὰν δʼ ὡς ἄλλως ἐκβῇ τὰ κατὰ τὸν κίνδυνον, οἱ μὲν ἀποθανόντες εὐγενῶς ἐν τῇ μάχῃ κάλλιστον ἐντάφιον ἕξουσι τὸν ὑπὲρ τῆς πατρίδος θάνατον, οἱ δὲ διαφυγόντες αἴσχιστον καὶ ἐλεεινότατον τὸν ἐπίλοιπον βίον.
因为他要求他们铭记过去的战斗,成为无愧于自身和祖国的勇士,并牢记:一旦战胜敌人,他们不仅将牢牢掌握利比亚的事务,还将为自己和祖国赢得对世界其他地区无可争辩的霸权与统治权;但倘若危险的结局相反,那些在战斗中高尚战死的人,将获得为祖国献身这一最美丽的寿衣,而那些逃生的人,则将度过最可耻、最悲惨的余生。
§15.10.4ἀσφάλειαν γὰρ τοῖς φυγοῦσιν οὐδεὶς ἱκανὸς περιποιῆσαι τόπος τῶν ἐν τῇ Λιβύῃ· πεσοῦσι δʼ ὑπὸ τὰς τῶν Καρχηδονίων χεῖρας οὐκ ἄδηλα [εἶναι] τὰ συμβησόμενα τοῖς ὀρθῶς λογιζομένοις·
因为利比亚没有一个地方足以给逃亡者提供安全;而对于落在迦太基人手里的人来说,将要发生的事,在通情达理的人看来是显而易见的。
"ὧν" ἔφη "μηδενὶ γένοιτο πεῖραν ὑμῶν λαβεῖν.
他说:“愿你们当中没有一个人去体验这种命运。
§15.10.5τῆς δʼ οὖν τύχης ἡμῖν τὰ μέγιστα τῶν ἄθλων εἰς ἑκάτερον τὸ μέρος ἐκτεθεικυίας, πῶς οὐκ ἂν εἴημεν ἀγεννέστατοι καὶ συλλήβδην ἀφρονέστατοι πάντων, εἰ παρέντες τὰ κάλλιστα τῶν ἀγαθῶν ἑλοίμεθα τὰ μέγιστα τῶν κακῶν διὰ φιλοζωίαν;
因此,既然命运已经在两种结局中为我们摆出了最大的奖惩,那么如果我们为了贪生怕死,放弃最美好的福祉而选择最深重的灾难,我们岂不成了最卑劣、总而言之是天下最愚蠢的人吗?
§15.10.6"διόπερ ἠξίου δύο προθεμένους, ταῦτα δʼ ἐστὶν ἢ νικᾶν ἢ θνήσκειν, ὁμόσε χωρεῖν εἰς τοὺς πολεμίους.
” 因此,他要求他们立定两项志向,即要么胜利要么战死,然后向敌人发起冲锋。
§15.10.7τοὺς γὰρ τοιαύτας ἔχοντας διαλήψεις κατʼ ἀνάγκην ἀεὶ κρατεῖν τῶν ἀντιταττομένων, ἐπειδὰν ἀπελπίσαντες τοῦ ζῆν ἴωσιν εἰς τὴν μάχην.
因为抱有这种信念的人,一旦放弃了求生的希望而投入战斗,就必然总是能战胜他们的对手。