§14.9.1ὁ δὲ στρατηγὸς τῶν Ῥωμαίων, ἐπεὶ τὰ σκῦλα καὶ τοὺς αἰχμαλώτους εὐτρεπεῖς ἔθετο, συγκαλέσας τὸ συνέδριον ἐβουλεύετο περὶ τῶν ἑξῆς, τί δέον ἦν ποιεῖν.
ローマ人の将軍は、戦利品と捕虜を片づけると、評議会を招集して、次になすべきことについて審議した。
§14.9.2ἔδοξεν οὖν αὐτοῖς τὸν μὲν στρατηγὸν Πόπλιον καὶ μέρος τι τῆς δυνάμεως μένειν ἐπιπορευόμενον τὰς πόλεις, τὸν δὲ Λαίλιον καὶ τὸν Μασαννάσαν, λαβόντας τούς τε Νομάδας καὶ μέρος τῶν Ῥωμαϊκῶν στρατοπέδων, ἕπεσθαι τοῖς περὶ τὸν Σόφακα καὶ μὴ δοῦναι χρόνον εἰς ἐπίστασιν καὶ παρασκευήν.
そこで彼らは、将軍ポプリオスと軍勢の一部は留まって諸都市を巡り、他方でライリウスとマシニッサは、ヌミディア人とローマ軍団の一部を率いてシュファクスの一行を追撃し、彼らに立ち止まって準備を整える時間を与えないようにすることに決定した。
§14.9.3οὗτοι μὲν ταῦτα βουλευσάμενοι διεχωρίσθησαν, οἱ μὲν ἐπὶ τὸν Σόφακα μετὰ τῶν προειρημένων στρατιωτῶν, ὁ δὲ στρατηγὸς ἐπὶ τὰς πόλεις.
このように計画を定めて彼らは分かれ、一方は前述の兵士たちを率いてシュファクスのもとへ向かい、将軍は諸都市へと向かった。
§14.9.4ὧν αἱ μὲν ἐθελοντὴν προσετίθεντο τοῖς Ῥωμαίοις διὰ τὸν φόβον, ἃς δὲ πολιορκῶν ἐξ ἐφόδου κατὰ κράτος ᾕρει.
これらの都市のうち、あるものは恐怖から自発的にローマ人に帰順し、またあるものは急襲して力ずくで包囲して陥落させた。
§14.9.5πάντα δʼ ἦν οἰκεῖα μεταβολῆς τὰ κατὰ τὴν χώραν, ἅτε συνεχῶς [τε] ἐκκείμενα ταῖς κακοπαθείαις καὶ ταῖς εἰσφοραῖς διὰ τὸ πολυχρονίους γεγονέναι τοὺς κατὰ τὴν Ἰβηρίαν πολέμους.
地方全体が極めて変わりやすい状態にあった。 というのも、イベリアでの戦争が長期に及んだため、絶えず苦難と軍税の取り立てにさらされていたからである。
§14.9.6ἐν δὲ τῇ Καρχηδόνι μεγάλης καὶ πρότερον ὑπαρχούσης ἀκαταστασίας, ἔτι μείζω τότε συνέβαινε γίνεσθαι τὴν ταραχήν, ὡς ἂν ἐκ δευτέρου τηλικαύτῃ πληγῇ περιπεπτωκότων ἤδη καὶ ἀπειπόντων τὰς ἐν αὑτοῖς ἐλπίδας.
一方カルタゴでは、以前から大きな混乱が生じていたが、そのとき(市民たちが)二度目となるそれほどの打撃にすでに見舞われ、自らに対する希望を失ってしまったかのように、騒動はさらに大きなものとなっていた。
§14.9.7οὐ μὴν ἀλλʼ οἱ μὲν ἀνδρωδέστατοι δοκοῦντες εἶναι τῶν συμβούλων ταῖς μὲν ναυσὶν ἐκέλευον ἤδη πλεῖν ἐπὶ τοὺς τὴν Ἰτύκην πολιορκοῦντας, καὶ τήν τε πολιορκίαν πειρᾶσθαι λύειν καὶ ναυμαχεῖν τοῖς ὑπεναντίοις, ἀπαρασκεύοις οὖσι πρὸς τοῦτο τὸ μέρος·
とはいえ、参事会員のうち最も勇敢であると思われる者たちは、ただちに艦隊を率いてイトゥケを包囲している者たちのところへ航行し、包囲を解こうと試みるとともに、この方面に対して未準備である敵と海戦を行うことを勧告した。
§14.9.8ἐπί τε τὸν Ἀννίβαν πέμπειν ἠξίουν καὶ μηδεμίαν ὑπερβολὴν ποιησαμένους ἐξελέγχειν καὶ ταύτην τὴν ἐλπίδα·
また、ハンニバルのもとへ使者を送り、遅滞なくこの希望をも試すことを要求した。
μεγάλας γὰρ ἀμφοτέραις εἶναι ταῖς ἐπιβολαῖς ἐκ τῶν κατὰ λόγον ἀφορμὰς πρὸς σωτηρίαν.
妥当な根拠からして、これら二つの企てには救済への大いなる拠り所があるからだとした。
§14.9.9τινὲς δὲ ταύτας μὲν ἔφασαν μηκέτι φέρειν τοὺς καιρούς, τὴν δὲ πόλιν ὀχυροῦν καὶ παρασκευάζεσθαι πρὸς πολιορκίαν·
しかし別の者たちは、情勢はもはやそのような策を受け入れる余地はないとし、市を要塞化して包囲戦に備えるべきだと主張した。
πολλὰς γὰρ δώσειν ἀφορμὰς ταὐτόματον, ἂν ὁμονοῶσιν.
一致団結しているならば、偶然が多くの好機を与えるからである。
§14.9.10ἅμα δὲ βουλεύεσθαι περὶ διαλύσεως καὶ συνθηκῶν παρῄνουν, ἐπὶ τίσι καὶ πῶς ἂν λύσιν ποιήσαιντο τῶν ἐνεστώτων κακῶν.
同時に、いかなる条件で、またどのようにして現在の苦難の解決をもたらすことができるか、和睦と条約について審議することを勧めた。
§14.9.11γενομένων δὲ καὶ πλειόνων λόγων περὶ ταῦτα, πάσας ἐκύρωσαν
これらのことについてさらに多くの議論が重ねられた後、彼らはすべての決定を可決した。