Humanitext Reader

ポリュビオス · 歴史 §14.10.1-14.10.12

カルタゴ艦隊の出撃とポプリオスの海上防衛陣

806 / 1311 箇所 · ギリシア語

要旨

カルタゴの評議会で決定が下された後、カルタゴ艦隊がイトゥケに向けて出港する。これを知ったローマの将軍ポプリオスは、自軍の有甲船を輸送船で囲み、急造の海上防壁を作って不意の海戦に備える。

§14.10.1ἅμα τὰς γνώμας.
同時にすべての決定を可決した。
κριθέντων δὲ τούτων οἱ μὲν εἰς τὴν Ἰταλίαν μέλλοντες πλεῖν εὐθέως ἐκ τοῦ βουλευτηρίου προῆγον ἐπὶ θάλατταν, ὁ δὲ ναύαρχος ἐπὶ τὰς ναῦς·
これらが決定されると、イタリアへ航行する予定の者たちは、ただちに議事堂から海へと進み、海軍指揮官は艦船へと向かった。
οἱ δὲ λοιποὶ περί τε τῆς κατὰ τὴν πόλιν ἀσφαλείας προενοοῦντο καὶ περὶ τῶν κατὰ μέρος ἐβουλεύοντο συνεχῶς.
残りの者たちは市内の安全についてあらかじめ配慮し、詳細について絶えず審議した。
καὶ [ὁ] Πόπλιος, §14.10.2καταγέμοντος ἤδη τοῦ στρατοπέδου τῆς λείας διὰ τὸ μηδένʼ ἀντιπράττειν, ἀλλὰ πάντας εἴκειν ταῖς ἐπιβολαῖς, ἔκρινε τὸ μὲν τῶν λαφύρων πλεῖον εἰς τὴν ἐξ ἀρχῆς παραπέμψαι παρεμβολήν,
そしてポプリオスは、誰も抵抗せず、全員がその試みに屈したため、すでに陣営が戦利品で満ちていたので、戦利品の大部分を最初の陣営に送り返すことを決定した。
§14.10.3αὐτὸς δὲ τὴν στρατείαν ἀναλαβὼν εὔζωνον καταλαβέσθαι τὸν ἐπὶ Τύνητι χάρακα καὶ στρατοπεδεῦσαι τοῖς Καρχηδονίοις ἐν συνόψει·
自分自身は、軽装の軍勢を率いて、テュネスのそばの砦を占領し、カルタゴ人たちから見える場所に陣を敷くことにした。
μάλιστα γὰρ οὕτως ἐκφοβήσειν ὑπελάμβανε καὶ καταπλήξειν αὐτούς.
このようにすることで、彼らを最も脅かし、恐怖に陥れることができると考えたからである。
§14.10.4οἱ μὲν οὖν Καρχηδόνιοι μετʼ ὀλίγας ἡμέρας τά τε πληρώματα καὶ τὰς σιταρχίας ἑτοίμας ἔχοντες ἐν ταῖς ναυσὶν ἐγίνοντο πρὸς ἀναγωγῇ καὶ τοῖς προκειμένοις·
カルタゴ人たちは、数日後、乗組員と食糧を用意して艦船に乗り込み、出港と計画された行動の準備を整えていた。
ὁ δὲ Πόπλιος ἧκε πρὸς τὸν Τύνητα, καὶ φυγόντων τὴν ἔφοδον αὐτοῦ τῶν παραφυλαττόντων κατέλαβε τὸν τόπον.
一方ポプリオスはテュネスに到着し、彼の襲撃から警備兵が逃亡したため、その場所を占領した。
§14.10.5ὁ δὲ Τύνης ἀπέχει μὲν τῆς Καρχηδόνος ὡς ἑκατὸν εἴκοσι σταδίους, ἔστι δὲ σύνοπτος σχεδὸν ἐξ ὅλης τῆς πόλεως, διαφέρει δʼ ὀχυρότητι καὶ φυσικῇ καὶ χειροποιήτῳ, καθάπερ καὶ πρότερον ἡμῖν εἴρηται.
テュネスはカルタゴから約120スタディオン離れており、市のほぼ全体から見渡すことができ、以前にも私が述べたように、自然の守りと人工の守りの両方において堅固である点で際立っている。
§14.10.6τῶν δὲ Ῥωμαίων ἄρτι κατεστρατοπεδευκότων ἀνήγοντο ταῖς ναυσὶν οἱ Καρχηδόνιοι, ποιούμενοι τὸν πλοῦν εἰς τὴν Ἰτύκην.
ローマ人が陣を敷いたばかりのとき、カルタゴ人たちは船を出港させ、イトゥケへと航行していった。
§14.10.7ὁ δὲ Πόπλιος ὁρῶν τὸν ἀνάπλουν τῶν ὑπεναντίων, καὶ δεδιὼς μή τι περὶ τὸ σφέτερον αὐτῶν ναυτικὸν συμβῇ, διεταράττετο πάντων ἀνυπονοήτως διακειμένων καὶ ἀπαρασκεύως πρὸς τὸ μέλλον.
ポプリオスは敵の出港を見て、自軍の艦隊に何か災いが起こるのではないかと恐れ、皆が不意を突かれ、今後の事態に対して未準備であったため、動揺した。
§14.10.8αὖθις δʼ ἐκ μεταβολῆς ἀναστρατοπεδεύσας ἠπείγετο βοηθήσων τοῖς ἰδίοις πράγμασι.
そこで彼は再び方針を変えて陣を引き払い、自軍の防衛のために急いだ。
§14.10.9καταλαβὼν δὲ τὰς καταφράκτους ναῦς πρὸς μὲν τὰς ἐξαιρέσεις καὶ προσαγωγὰς τῶν ὀργάνων καὶ καθόλου πρὸς πολιορκίαν εὖ καὶ δεόντως ἐξηρτυμένας, πρὸς δὲ ναυμαχίαν ἥκιστα παρεσκευασμένας, τὸν δὲ τῶν ὑπεναντίων στόλον ἐξ ὅλου τοῦ χειμῶνος πρὸς αὐτὸ τοῦτο κατηρτισμένον, §14.10.10τὸ μὲν ἀντανάγεσθαι καὶ ναυμαχεῖν ἀπογνούς, συνορμίσας δὲ τὰς καταφράκτους νῆας περιέστησε ταύταις τὰς φορτηγοὺς ἐπὶ τρεῖς καὶ τέτταρας τὸ βάθος,
彼は、自軍の有甲船が、兵器の揚陸や接近、そして全体として包囲戦のために適切かつ十分に装備されているものの、海戦に対しては全く準備されていないこと、そして敵の艦隊は冬の間ずっと、まさにこの目的のために整えられていたことを見て、出航して海戦を交えることを諦め、有甲船を一緒に繋ぎ止め、その周囲を輸送船で3重、4重の深さに囲んだ。
§14.10.11κἄπειτα καθελόμενος τοὺς ἱστοὺς καὶ τὰς κεραίας ἔζευξε τούτοις βιαίως πρὸς ἀλλήλας,
そして、マストやヤードを取り外し、これらを用いて船同士を強固に結びつけた。
§14.10.12βραχὺ διάστημα ποιῶν, ὥσθʼ ὑπηρετικοῖς ἐκπλεῖν δύνασθαι καὶ διαπλεῖν.
小さな隙間を残しておくことで、支援船が出入航したり通り抜けたりできるようにした。

語釈・文法注

  1. 14.10.1ἅμα τὰς γνώμας — 直前のチャンク(§14.9.11)の最後にある動詞 ἐκύρωσαν(可決した)に係っている。直前文の末尾とこのチャンクの冒頭が統語的に連結している。
  2. 14.10.2καταγέμοντος ἤδη τοῦ στρατοπέδου — 独立分詞構文(属格絶対)。主節の主語(Πόπλιος)とは異なる主語として τὸ στρατόπεδον を提示し、主節の決定(ἔκρινε)にいたる「原因」を表している。
  3. 14.10.9καταλαβὼν δὲ τὰς καταφράκτους ναῦς — 分詞 καταλαβὼν(気づいて、見て)が §14.10.10 の主動詞 περιέστησε(囲んだ)および ἀπογνούς(諦めて)にかかる構造。間に長い対比句(πρὸς μὲν... πρὸς δὲ...)が挟まれており、ローマの軍船が対海戦用に適していないという状況の把握が、次の防衛行動の動機となっていることを示す。
  4. 14.10.12ὥσθʼ ὑπηρετικοῖς ἐκπλεῖν δύνασθαι — 結果の ὥστε 節。不定詞 ἐκπλεῖν および διαπλεῖν の意味上の主語は、与格の名詞 ὑπηρετικοῖς(支援船、小舟)によって表されている。

この箇所を引用する

ポリュビオス, 歴史 §14.10.1-14.10.12. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:14.10.1-14.10.12

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。