Humanitext Reader

ポリュビオス · 歴史 §14.7.1-14.7.9

ケルティベリア人の来援とシュファクスの再合流

803 / 1311 箇所 · ギリシア語

要旨

スキピオはイトゥケの前に陣を張り、得た戦利品を商人たちに売却させた。一方、撤退を考えていたシュファクスは、カルタゴが雇った四千名のケルティベリア人の到着と妻の懇願によって引き留められ、カルタゴ軍と合流して大平原に陣を敷いた。

§14.7.1πρὸς αὐτὸν συνάψοντος·
[将軍が軍勢とともに]彼のもとへ合流しようとしている間に。
ὁ δὲ τῶν Ῥωμαίων στρατηγὸς ἐγίνετο μὲν καὶ περὶ τὴν τῆς Ἰτύκης πολιορκίαν, τὸ δὲ πλεῖον, ἀκούων ἐπιμένειν τὸν Σόφακα καὶ τοὺς Καρχηδονίους πάλιν ἁθροίζειν στρατιάν, ἐξῆγε τὰς δυνάμεις καὶ παρενέβαλλε πρὸ τῆς Ἰτύκης.
一方、ローマの将軍は、イトゥケの包囲戦にも従事していたが、それ以上に、シュファクスが踏みとどまり、カルタゴ人が再び軍隊を集めていると聞いて、軍勢を率い出し、イトゥケの前に陣を敷いた。
ἅμα δὲ καὶ νείμας τῶν λαφύρων §14.7.2τοὺς μὲν ἐμπόρους ἐξαπέστειλε
また同時に、戦利品の一部を分配し、商人たちを送り出した。
§14.7.3λυσιτελῶς·
有利な形で。
καλῆς γὰρ τῆς ὑπὲρ τῶν ὅλων ἐλπίδος ὑπογραφομένης ἐκ τοῦ γεγονότος εὐτυχήματος, ἑτοίμως τὴν παροῦσαν ὠφέλειαν οἱ στρατιῶται παρʼ οὐδὲν ποιούμενοι διετίθεντο τοῖς ἐμπόροις.
というのも、今回の幸運な出来事によって全体の勝敗についての明るい見通しが描かれていたため、兵士たちは目の前の利益を何とも思わず、進んで商人たちに売却したからである。
§14.7.4τῷ δὲ βασιλεῖ τῶν Νομάδων καὶ τοῖς φίλοις τὸ μὲν πρῶτον ἐδόκει κατὰ τὸ συνεχὲς εἰς τὴν οἰκείαν ποιεῖσθαι τὴν ἀναχώρησιν·
一方、ヌミディア人の王と側近たちにとって、初めのうちは、引き続いて自国へと退却することが善いと思われた。
§14.7.5τῶν δὲ Κελτιβήρων αὐτοῖς ἀπαντησάντων περὶ τὴν Ἄββαν, οἵτινες ἐτύγχανον ὑπὸ τῶν Καρχηδονίων ἐξενολογημένοι, πλείους ὄντες τῶν τετρακισχιλίων, πιστεύοντες ταῖς χερσὶ ταύταις οὕτως ἐπέστησαν καὶ βραχύ τι ταῖς ψυχαῖς ἐθάρρησαν.
しかし、カルタゴ人によって雇われていた四千人を超えるケルティベリア人たちがアッバの近くで彼らに合流したため、この軍勢を頼みとして彼らは踏みとどまり、心に少しばかりの勇気を取り戻した。
§14.7.6σὺν δὲ τούτοις ἅμα καὶ τῆς παιδίσκης, ἥτις ἦν θυγάτηρ μὲν Ἀσδρούβου τοῦ στρατηγοῦ, γυνὴ δὲ τοῦ Σόφακος, καθάπερ ἐπάνω. προεῖπον, δεομένης καὶ λιπαρούσης μεῖναι καὶ μὴ καταλιπεῖν ἐν τοιούτοις καιροῖς τοὺς Καρχηδονίους, ἐπείσθη καὶ προσέσχε τοῖς παρακαλουμένοις ὁ Νομάς.
これらに加えて同時に、将軍ハスドルバルの娘でシュファクスの妻であるあの若い女(先に述べた通りである)が、とどまってこのような時にカルタゴ人を見捨てないでほしいと懇願し熱心に懇願したため、このヌミディア人の王は説得され、その懇願を受け入れた。
§14.7.7οὐ μικρὰ δὲ καὶ τοὺς Καρχηδονίους ἐλπίζειν παρεσκεύασαν οἱ Κελτίβηρες·
また、ケルティベリア人たちはカルタゴ人たちにも少なからぬ希望を抱かせた。
ἀντὶ μὲν γὰρ τῶν τετρακισχιλίων μυρίους αὑτοὺς ἀπήγγελλον εἶναι, κατὰ δὲ τοὺς κινδύνους ἀνυποστάτους ὑπάρχειν καὶ ταῖς ψυχαῖς καὶ τοῖς καθοπλισμοῖς.
というのも、実際には四千人であるのに彼らは一万人であると噂され、戦闘においては闘志の面でも武装の面でも立ち向かいがたい者たちであるとされていたからである。
§14.7.8ἐκ δὲ ταύτης τῆς φήμης καὶ τῆς χυδαίου καὶ πανδήμου λαλιᾶς μετεωρισθέντες οἱ Καρχηδόνιοι διπλασίως ἐπερρώσθησαν πρὸς τὸ πάλιν ἀντιποιήσασθαι τῶν ὑπαίθρων.
この風説と一般大衆の世間話に鼓舞されて、カルタゴ人たちは再び野外の支配権を奪い返そうと、以前の二倍も奮起した。
§14.7.9καὶ τέλος ἐν ἡμέραις τριάκοντα περὶ τὰ Μεγάλα πεδία καλούμενα βαλόμενοι χάρακα συνεστρατοπέδευον ὁμοῦ τοῖς Νομάσι καὶ τοῖς Κελτίβηρσιν, ὄντες οὐκ ἐλάττους οἱ πάντες τρισμυρίων.
そしてついに三十日以内に、いわゆる「大平原」の周辺に防塁を築き、ヌミディア人やケルティベリア人とともに合流して陣を敷いた。 その総数は三万人を下らなかった。

語釈・文法注

  1. §14.7.1πρὸς αὐτὸν συνάψοντος — 直前節の末尾にある `τοῦ στρατηγοῦ`(ハスドルバル)を主語とする属格絶対構文。`αὐτόν` はシファクスを指す。直前のチャンクから文が継続している。
  2. §14.7.3καλῆς γὰρ τῆς ὑπὲρ τῶν ὅλων ἐλπίδος ὑπογραφομένης — 原因を表す属格絶対構文。`τῶν ὅλων`(中性複数)は「戦争全体の行方」や「大局」を指す。
  3. §14.7.5οἵτινες ἐτύγχανον ὑπὸ τῶν Καρχηδονίων ἐξενολογημένοι — 補助動詞としての `τυγχάνω`(ここでは過去未完了形 `ἐτύγχανον`)が受動態完了分詞 `ἐξενολογημένοι` を伴い、「たまたま〜であった」「ちょうど〜されていた」という事実を説明する構文。
  4. §14.7.6σὺν δὲ τούτοις ἅμα καὶ τῆς παιδίσκης ... δεομένης καὶ λιπαρούσης — `σὺν δὲ τούτοις ἅμα καὶ`(これらと同時に加えて)という前置詞句に導かれつつ、`τῆς παιδίσκης` を主語とする属格絶対(分詞は `δεομένης καὶ λιπαρούσης`)が挿入され、主節の `ὁ Νομάς`(ヌミディア人=シュファクス)へと係っていく。
  5. §14.7.7ἀντὶ μὲν γὰρ τῶν τετρακισχιλίων μυρίους αὑτοὺς ἀπήγγελλον εἶναι — `ἀπήγγελλον` は非人称的(噂が〜と伝えていた)とも、ケルティベリア人自身が「自分たち(`αὑτούς`)が1万人であると触れ回っていた」とも解釈できるが、文脈上、カルタゴの民衆を欺く、または励ますための誇張された報告や風説を指す。

この箇所を引用する

ポリュビオス, 歴史 §14.7.1-14.7.9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:14.7.1-14.7.9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。