§14.6.1οὐ μὴν ἀλλὰ τῆς ἡμέρας ἐπιγενομένης, καὶ τῶν πολεμίων τῶν μὲν ἀπολωλότων, τῶν δὲ προτροπάδην πεφευγότων, παρακαλέσας τοὺς χιλιάρχους ἐκ ποδὸς ἐπηκολούθει.
しかしながら、夜が明けると、敵はある者は滅び、ある者は一目散に逃げ去っていたので、スキピオは千人隊長たちを鼓舞して直ちに追跡した。
§14.6.2τὰς μὲν οὖν ἀρχὰς ὁ Καρχηδόνιος ὑπέμενε, καίπερ αὐτῷ προσαγγελίας γενομένης·
初めのうち、あのカルタゴの将軍は、敵の接近の知らせが彼に届いていたにもかかわらず、そこにとどまっていた。
τοῦτο δʼ ἐποίει πιστεύων τῇ τῆς πόλεως ὀχυρότητι.
彼はその都市の堅固さを信じてそうしていたのである。
§14.6.3μετὰ δὲ ταῦτα συνθεωρήσας τοὺς ἐγχωρίους στασιάζοντας, καταπλαγεὶς τὴν ἔφοδον τοῦ Σκιπίωνος, ἔφευγε μετὰ τῶν διασεσωσμένων· οὗτοι δʼ ἦσαν ἱππεῖς μὲν οὐκ ἐλάττους πεντακοσίων, πεζοὶ δὲ περὶ δισχιλίους.
しかしその後、現地の住民たちが動揺しているのを見て、またスキピオの来襲に恐れをなし、生き残った者たち、すなわち騎兵が500人を下らず、歩兵が約2000人からなる者たちとともに逃亡した。
§14.6.4οἱ δʼ ἐγχώριοι συμφρονήσαντες ἐπέτρεψαν περὶ σφῶν αὐτῶν τοῖς Ῥωμαίοις.
現地の住民たちは合意に達し、自分たちの身をローマ人に委ねた。
§14.6.5ὁ δὲ Πόπλιος τούτων μὲν ἐφείσατο, δύο δὲ τὰς παρακειμένας πόλεις ἐφῆκε τοῖς στρατοπέδοις διαρπάζειν, καὶ ταῦτα διαπραξάμενος αὖθις ἐπὶ τὴν ἐξ ἀρχῆς ἐπανῄει παρεμβολήν.
プブリウスはこれら(降伏した人々)の命は助けたが、近隣の二つの都市は軍隊に略奪することを許し、これらのことを成し遂げると、再び元の陣営に戻っていった。
§14.6.6οἱ δὲ Καρχηδόνιοι, παλιντρόπου τῆς ἐλπίδος αὐτοῖς ἀποβαινούσης πρὸς τὰς ἐξ ἀρχῆς ἐπιβολάς, βαρέως ἔφερον τὸ γεγονός·
一方、カルタゴ人たちは、希望が当初の計画とは正反対の結果になったので、起こった出来事を重く受け止めていた。
§14.6.7ἐλπίσαντες γὰρ πολιορκήσειν τοὺς Ῥωμαίους συγκλείσαντες εἰς τὴν ἄκραν τὴν προσοῦσαν τῆς Ἰτύκης, ἐν ᾗ τὴν παραχειμασίαν ἐποιοῦντο, κατὰ γῆν μὲν τοῖς πεζοῖς στρατεύμασι, κατὰ θάλατταν δὲ ταῖς ναυτικαῖς δυνάμεσι, καὶ πρὸς τοῦτο πάσας ἡτοιμακότες τὰς παρασκευάς, §14.6.8ἅμα τῷ μὴ μόνον τῶν ὑπαίθρων οὕτως ἀλόγως καὶ παραδόξως ἐκχωρῆσαι τοῖς ὑπεναντίοις, ἀλλὰ καὶ τὸν περὶ σφῶν αὐτῶν καὶ τῆς πατρίδος ὅσον οὐκ ἤδη προσδοκᾶν κίνδυνον, τελέως ἐκπλαγεῖς ἦσαν καὶ περίφοβοι ταῖς ψυχαῖς.
というのも彼らは、ローマ人たちが冬営を行っていたイトゥケに隣接する突端に彼らを閉じ込めて、陸上からは歩兵軍によって、海上からは海軍力によって包囲しようと期待し、このためにあらゆる準備を整えていたのであるが、野外の支配権をこれほど不条理かつ予期せぬ形で敵に明け渡したことだけでなく、自分たち自身と祖国に対する危険が今や目前に迫っていると予想せざるを得なくなったことと同時に、心の中で完全に仰天し、恐怖に慄いていたからである。
§14.6.9οὐ μὴν ἀλλὰ τῶν πραγμάτων ἀναγκαζόντων ποιεῖσθαι πρόνοιαν καὶ βουλὴν ὑπὲρ τοῦ μέλλοντος, ἦν τὸ συνέδριον ἀπορίας καὶ ποικίλων καὶ τεταραγμένων ἐπινοημάτων πλῆρες.
しかしながら、事態が将来への配慮と評議を行うことを要請していたので、評議会は困惑と、様々で混乱した提案で満ちていた。
§14.6.10οἱ μὲν γὰρ ἔφασαν δεῖν πέμπειν ἐπὶ τὸν Ἀννίβαν καὶ καλεῖν ἐκ τῆς Ἰταλίας, ὡς μιᾶς ἔτι καταλειπομένης ἐλπίδος τῆς ἐν ἐκείνῳ τῷ στρατηγῷ καὶ ταῖς μετʼ ἐκείνου δυνάμεσιν,
ある者たちは、あの将軍と彼の率いる軍勢の中にこそ、まだ残されている唯一の希望があるとして、ハンニバルのもとに使者を送ってイタリアから呼び戻すべきだと主張した。
§14.6.11οἱ δὲ διαπρεσβεύεσθαι πρὸς τὸν Πόπλιον ὑπὲρ ἀνοχῶν καὶ λαλεῖν ὑπὲρ διαλύσεων καὶ συνθηκῶν, ἕτεροι δὲ θαρρεῖν καὶ συνάγειν τὰς δυνάμεις καὶ διαπέμπεσθαι πρὸς τὸν Σόφακα·
またある者たちは、休戦のためにプブリウスのもとに使節を派遣し、和睦と条約について話し合うべきだとし、別の者たちは、勇気を持って軍勢を集め、シュファクスのもとに使者を送るべきだと主張した。
§14.6.12καὶ γὰρ πλησίον αὐτὸν εἰς τὴν Ἄββαν ἀποκεχωρηκέναι, συναθροίζειν δὲ τοὺς ἀπὸ τοῦ κινδύνου διαφυγόντας.
なぜなら、彼(シュファクス)は近くのアッバに撤退しており、あの危険から逃れた者たちを集めている最中だからであるという(理由からであった)。
καὶ δὴ καὶ τέλος αὕτη τῶν γνωμῶν ἐπεκράτησεν.
そして実際、ついにこれらの意見のうち、この最後のものが勝利を収めた。
οὗτοι μὲν οὖν τάς τε δυνάμεις ἥθροιζον, §14.6.13ἐκπέμψαντες τὸν Ἀσδρούβαν, καὶ διεπέμψαντο πρὸς τὸν Σόφακα, δεόμενοι σφίσι βοηθεῖν καὶ μένειν ἐπὶ τῶν ὑποκειμένων κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν, ὡς αὐτίκα μάλα τοῦ στρατηγοῦ μετὰ τῶν δυνάμεων
そこで彼らは軍勢を集め、ハスドルバルを派遣し、またシュファクスのところへ使者を送り、自分たちを援助し、当初の意図に従って現在の盟約にとどまるよう懇願した。 将軍がまもなく軍勢とともに[合流する]であろうとして――