§14.5.1κατὰ δὲ τὸν καιρὸν τοῦτον οἱ Καρχηδόνιοι, θεωροῦντες τὸ πλῆθος τοῦ πυρὸς καὶ τὸ μέγεθος τῆς ἐξαιρομένης φλογός, ὑπολαβόντες αὐτομάτως ἀνῆφθαι τὸν τῶν Νομάδων χάρακα, τινὲς μὲν ἐβοήθουν ἐξ αὐτῆς,
このときカルタゴ人たちは、火の多さと立ち上る炎の大きさを見て、ヌミディア兵の柵が偶然に出火したのだと思い込み、ある者たちは直ちに助けに向かった。
§14.5.2οἱ δὲ λοιποὶ πάντες ἐκτρέχοντες ἐκ τῆς παρεμβολῆς ἄνοπλοι συνίσταντο πρὸ τῆς ἰδίας στρατοπεδείας, ἐκπλαγεῖς ὄντες ἐπὶ τοῖς γινομένοις.
しかし他のすべての者たちは、何が起きているのかに仰天し、武器も持たずに陣営から走り出て、自分たちのキャンプの前に集まっていた。
§14.5.3ὁ δὲ Σκιπίων, τῶν πραγμάτων ὡς ἂν εἰ κατʼ εὐχὴν αὐτῷ προχωρησάντων, ἐπιπεσὼν τοῖς ἐξεληλυθόσιν, οὓς μὲν ἐφόνευεν, οὓς δὲ καταδιώκων ἅμα τὸ πῦρ ἐνέβαλλε ταῖς σκηναῖς.
一方スキピオは、事態がまるで自らの願い通りに進んだかのようになったので、外に出てきた者たちに襲いかかり、ある者を殺し、ある者を追跡しつつ、同時に天幕に火を放った。
§14.5.4οὗ γενομένου παραπλήσια συνέβαινε πάσχειν τοὺς Φοίνικας ὑπὸ τοῦ πυρὸς καὶ τῆς ὅλης περιστάσεως τοῖς ἄρτι ῥηθεῖσι περὶ τῶν Νομάδων.
これが起こると、カルタゴ人たちは火と全体の状況のために、先ほどヌミディア兵について語られたのと非常によく似た惨状を被ることとなった。
§14.5.5οἱ δὲ περὶ τὸν Ἀσδρούβαν τοῦ μὲν τῷ πυρὶ βοηθεῖν αὐτόθεν εὐθέως ἀπέστησαν, γνόντες ἐκ τοῦ συμβαίνοντος ὅτι καὶ περὶ τοὺς Νομάδας οὐκ αὐτομάτως, καθάπερ ὑπέλαβον, ἀλλʼ ἐκ τῆς τῶν πολεμίων ἐπιβολῆς καὶ τόλμης ἐγεγόνει τὸ δεινόν·
ハスドルバルとその配下の者たちは、起こっていることから、ヌミディア兵の身に起きた災難も彼らが思い込んだような偶然によるものではなく、敵の襲撃と大胆さによって生じたものであると察知し、直ちに火災の消火支援をあきらめた。
§14.5.6ἐγίνοντο δὲ περὶ τὸ σῴζειν ἑαυτούς, βραχείας σφίσι καὶ περὶ τοῦτο τὸ μέρος ἐλπίδος ἔτι καταλειπομένης.
そして彼らは自分自身を救うことに専念したが、この点に関しても彼らに残された希望は極めてわずかであった。
§14.5.7τό τε γὰρ πῦρ ταχέως ἐπενέμετο καὶ περιελάμβανε πάντας τοὺς τόπους, αἵ τε δίοδοι πλήρεις ἦσαν ἵππων, ὑποζυγίων, ἀνδρῶν, τῶν μὲν ἡμιθνήτων καὶ διεφθαρμένων ὑπὸ τοῦ πυρός, τῶν δʼ ἐξεπτοημένων καὶ παρεστώτων ταῖς διανοίαις,
火は急速に燃え広がり、あらゆる場所を包み込み、通路は馬や荷獣、そして人間、すなわち、ある者は火によって半死半生になり死にかけ、ある者は仰天して理性を失った者たちで満ちていたからである。
§14.5.8ὥστε καὶ τοῖς ἀνδραγαθεῖν προαιρουμένοις ἐμπόδια ταῦτα γίνεσθαι, καὶ διὰ τὴν ταραχὴν καὶ σύγχυσιν ἀνέλπιστον εἶναι τὴν σωτηρίαν.
その結果、勇敢に振る舞おうとする者たちにとっても、これらが障害となり、また混乱と狼狽のために生存は絶望的となった。
§14.5.9παραπλήσια δὲ τούτοις ἦν καὶ τὰ περὶ τὸν Σόφακα καὶ τοὺς ἄλλους ἡγεμόνας.
シュファクスや他の指揮官たちの状況もこれと同様であった。
πλὴν οὗτοι μὲν ἀμφότεροι μετʼ ὀλίγων ἱππέων ἐξέσωσαν αὑτούς·
ただし、この両将はわずかな騎兵とともに自らを救い出し脱出した。
§14.5.10αἱ δὲ λοιπαὶ μυριάδες ἀνδρῶν, ἵππων, ὑποζυγίων, ἀτυχῶς μὲν καὶ ἐλεεινῶς ὑπὸ τοῦ πυρὸς ἀπώλλυντο·
しかし、残りの何万もの兵士、馬、荷獣は、不運にも、そして憐れなことに、火によって滅び去った。
§14.5.11αἰσχρῶς δὲ καὶ ἐπονειδίστως ἔνιοι τῶν ἀνδρῶν, τὴν τοῦ πυρὸς βίαν φεύγοντες, ὑπὸ τῶν πολεμίων διεφθείροντο, χωρὶς οὐ μόνον τῶν ὅπλων, ἀλλὰ καὶ τῶν ἱματίων, γυμνοὶ φονευόμενοι.
また、兵士たちの一部は、火の勢いから逃れようとして、武器だけでなく衣服さえも奪われ、裸のまま虐殺され、敵によって不名誉かつ屈辱的な死を遂げた。
§14.5.12καθόλου δὲ πᾶς ἦν ὁ τόπος οἰμωγῆς, βοῆς ἀτάκτου, φόβου, ψόφου παρηλλαγμένου, σὺν δὲ τούτοις πυρὸς ἐνεργοῦ καὶ φλογὸς ὑπερβαλλούσης πλήρης·
全体として、その場所のすべてが哀哭、無秩序な叫び、恐怖、異様な騒音に満ち、さらに激しい火と猛烈な炎で満ちていた。
§14.5.13ὧν ἓν ἱκανὸν [ὂν] ἐκπλῆξαι τὴν ἀνθρωπίνην φύσιν, μηδʼ ὅτι καὶ πάνθʼ ὁμοῦ συγκυρήσαντα παραδόξως.
これらのうち、たった一つだけでも人間の本性を畏怖させるに十分なものであったが、ましてやこれらすべてが予期せずして同時に重なったのである。
§14.5.14διὸ καὶ τὸ γεγονὸς οὐδὲ καθʼ ὑπερβολὴν εἰκάσαι δυνατὸν οὐδενὶ τῶν ὄντων ἐστίν·
それゆえ、起こった出来事は、誇張を交えてしても、この世の何ものにも例えることができない。
οὕτως ὑπερπεπαίκει τῇ δεινότητι πάσας τὰς προειρημένας πράξεις.
それほどまでに、その恐ろしさは、それまでに語られたあらゆる事件を凌駕していたのである。
§14.5.15ᾗ καὶ πολλῶν καὶ καλῶν διειργασμένων Σκιπίωνι κάλλιστον εἶναί μοι δοκεῖ τοῦτο τοὔργον καὶ παραβολώτατον τῶν ἐκείνῳ πεπραγμένων
このため、スキピオによって数多くの輝かしい功績が成し遂げられたが、この事業こそが彼によって行われたことの中で最も輝かしく、最も大胆なものであったと私には思われる。