§14.6.1οὐ μὴν ἀλλὰ τῆς ἡμέρας ἐπιγενομένης, καὶ τῶν πολεμίων τῶν μὲν ἀπολωλότων, τῶν δὲ προτροπάδην πεφευγότων, παρακαλέσας τοὺς χιλιάρχους ἐκ ποδὸς ἐπηκολούθει.
然而,天亮之后,鉴于敌人一部分已然丧生,另一部分已狼狈逃窜,斯基皮奥便召集并鼓励军事长官们,紧随其后展开追击。
§14.6.2τὰς μὲν οὖν ἀρχὰς ὁ Καρχηδόνιος ὑπέμενε, καίπερ αὐτῷ προσαγγελίας γενομένης· τοῦτο δʼ ἐποίει πιστεύων τῇ τῆς πόλεως ὀχυρότητι.
起初,尽管接到了敌人逼近的通报,那位迦太基将领仍坚守原地;他这样做是因为信任该城的坚固。
§14.6.3μετὰ δὲ ταῦτα συνθεωρήσας τοὺς ἐγχωρίους στασιάζοντας, καταπλαγεὶς τὴν ἔφοδον τοῦ Σκιπίωνος, ἔφευγε μετὰ τῶν διασεσωσμένων· οὗτοι δʼ ἦσαν ἱππεῖς μὲν οὐκ ἐλάττους πεντακοσίων, πεζοὶ δὲ περὶ δισχιλίους.
但此后,他看到当地居民人心惶惶、产生内讧,并对斯基皮奥的来袭感到恐惧,于是便与幸存的人一同逃跑;这些人包括不少于五百名骑兵和大约两千名步兵。
§14.6.4οἱ δʼ ἐγχώριοι συμφρονήσαντες ἐπέτρεψαν περὶ σφῶν αὐτῶν τοῖς Ῥωμαίοις.
当地居民达成共识,向罗马人投降。
§14.6.5ὁ δὲ Πόπλιος τούτων μὲν ἐφείσατο, δύο δὲ τὰς παρακειμένας πόλεις ἐφῆκε τοῖς στρατοπέδοις διαρπάζειν, καὶ ταῦτα διαπραξάμενος αὖθις ἐπὶ τὴν ἐξ ἀρχῆς ἐπανῄει παρεμβολήν.
普布利乌斯宽恕了这些人,但允许军队洗劫了邻近的两座城市,在完成这些事情后,他再次返回到最初的营地。
§14.6.6οἱ δὲ Καρχηδόνιοι, παλιντρόπου τῆς ἐλπίδος αὐτοῖς ἀποβαινούσης πρὸς τὰς ἐξ ἀρχῆς ἐπιβολάς, βαρέως ἔφερον τὸ γεγονός· §14.6.7ἐλπίσαντες γὰρ πολιορκήσειν τοὺς Ῥωμαίους συγκλείσαντες εἰς τὴν ἄκραν τὴν προσοῦσαν τῆς Ἰτύκης, ἐν ᾗ τὴν παραχειμασίαν ἐποιοῦντο, κατὰ γῆν μὲν τοῖς πεζοῖς στρατεύμασι, κατὰ θάλατταν δὲ ταῖς ναυτικαῖς δυνάμεσι, καὶ πρὸς τοῦτο πάσας ἡτοιμακότες τὰς παρασκευάς, §14.6.8ἅμα τῷ μὴ μόνον τῶν ὑπαίθρων οὕτως ἀλόγως καὶ παραδόξως ἐκχωρῆσαι τοῖς ὑπεναντίοις, ἀλλὰ καὶ τὸν περὶ σφῶν αὐτῶν καὶ τῆς πατρίδος ὅσον οὐκ ἤδη προσδοκᾶν κίνδυνον, τελέως ἐκπλαγεῖς ἦσαν καὶ περίφοβοι ταῖς ψυχαῖς.
与此同时,迦太基人因局势的发展与他们最初的计划完全背道而驰,对发生的事情感到心情沉重;因为他们曾期望将罗马人围困在他们正在其中过冬的尤提卡邻近的岬角上,并在陆路上用步兵部队、在海路上用海军力量对他们进行围攻,且为此做好了所有准备;如今他们不仅如此荒谬而意想不到地将野外原野让给了对手,而且还预料到针对他们自身和祖国的危险已迫在眉睫,因此他们的内心完全陷入了惊恐和战栗之中。
§14.6.9οὐ μὴν ἀλλὰ τῶν πραγμάτων ἀναγκαζόντων ποιεῖσθαι πρόνοιαν καὶ βουλὴν ὑπὲρ τοῦ μέλλοντος, ἦν τὸ συνέδριον ἀπορίας καὶ ποικίλων καὶ τεταραγμένων ἐπινοημάτων πλῆρες.
然而,由于事态迫使他们必须为未来出谋划策,元老院里充满了困惑以及各种混乱的提议。
§14.6.10οἱ μὲν γὰρ ἔφασαν δεῖν πέμπειν ἐπὶ τὸν Ἀννίβαν καὶ καλεῖν ἐκ τῆς Ἰταλίας, ὡς μιᾶς ἔτι καταλειπομένης ἐλπίδος τῆς ἐν ἐκείνῳ τῷ στρατηγῷ καὶ ταῖς μετʼ ἐκείνου δυνάμεσιν, §14.6.11οἱ δὲ διαπρεσβεύεσθαι πρὸς τὸν Πόπλιον ὑπὲρ ἀνοχῶν καὶ λαλεῖν ὑπὲρ διαλύσεων καὶ συνθηκῶν, ἕτεροι δὲ θαρρεῖν καὶ συνάγειν τὰς δυνάμεις καὶ διαπέμπεσθαι πρὸς τὸν Σόφακα· §14.6.12καὶ γὰρ πλησίον αὐτὸν εἰς τὴν Ἄββαν ἀποκεχωρηκέναι, συναθροίζειν δὲ τοὺς ἀπὸ τοῦ κινδύνου διαφυγόντας.
一些人主张应该派人去召回意大里的汉尼拔,理由是唯一的希望仍寄托在那位将领及其麾下的军队身上;另一些人主张向普布利乌斯派遣使团请求停战,并商讨和解与协定,还有一些人则主张重整旗鼓,集结军队,并派人去联系锡法克斯;因为(据他们说)锡法克斯已撤退至不远处的阿巴,并且正在集结那些从灾难中逃脱的人。
καὶ δὴ καὶ τέλος αὕτη τῶν γνωμῶν ἐπεκράτησεν.
事实上,最终这最后一种意见占了上风。
οὗτοι μὲν οὖν τάς τε δυνάμεις ἥθροιζον, §14.6.13ἐκπέμψαντες τὸν Ἀσδρούβαν, καὶ διεπέμψαντο πρὸς τὸν Σόφακα, δεόμενοι σφίσι βοηθεῖν καὶ μένειν ἐπὶ τῶν ὑποκειμένων κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν, ὡς αὐτίκα μάλα τοῦ στρατηγοῦ μετὰ τῶν δυνάμεων
于是,他们开始集结军队,派出了哈斯德鲁巴,并向锡法克斯送去使者,恳求他协助他们,并按照最初的意图坚守当前的盟约,理由是将军很快就会率领军队——