§14.2.1ἐπειδὴ δὲ τὰ μὲν τῆς ἐαρινῆς ὥρας ὑπέφαινεν ἤδη, τῷ δὲ Σκιπίωνι πάντα διηρεύνητο πρὸς τὴν προειρημένην ἐπιβολὴν τὰ κατὰ τοὺς ὑπεναντίους, §14.2.2τὰς μὲν νῆας καθεῖλκε καὶ μηχανὰς κατεσκεύαζε ταύταις ὡς πολιορκήσων ἐκ θαλάττης τὴν Ἰτύκην, τοῖς δὲ πεζοῖς, §14.2.3οὖσιν ὡς δισχιλίοις, κατελάβετο πάλιν τὸν ὑπὲρ τὴν πόλιν κείμενον λόφον, καὶ τοῦτον ὠχυροῦτο καὶ διετάφρευε πολυτελῶς,
春の季節の兆しがすでに現れ始め、スキピオにとっては、前述の計画のために敵に関するすべての状況が調査し尽くされていたとき、彼は一方、船を進水させ、海からイトゥケを包囲攻撃するつもりであるかのように、これらの船のために攻城兵器を構築したが、他方で歩兵を、約二千人であったが、彼らを率いて町の上方にある丘を再び占領し、これを要塞化し、多大な労力をかけて周囲に堀を巡らせた。
§14.2.4τοῖς μὲν ὑπεναντίοις ποιῶν φαντασίαν ὡς τοῦτο πράττων τῆς πολιορκίας ἕνεκα, τῇ δʼ ἀληθείᾳ βουλόμενος ἐφεδρεύειν τοῖς κατὰ τὸν τῆς πράξεως καιρόν, ἵνα μὴ τῶν στρατοπέδων ἐκ τῆς παρεμβολῆς χωρισθέντων οἱ τὴν Ἰτύκην παραφυλάττοντες στρατιῶται τολμήσαιεν ἐξελθόντες ἐκ τῆς πόλεως ἐγχειρεῖν τῷ χάρακι διὰ τὸ σύνεγγυς εἶναι, καὶ πολιορκεῖν τοὺς φυλάττοντας.
これは、敵に対しては、包囲戦のためにこれを行っているという見せかけを作り出しながら、実際には、実行の時において備えとして待機することを望んでいたからであり、主力軍が陣営から離れたときに、イトゥケを防衛している兵士たちが、距離の近さから町から出てきて、ローマの柵を攻撃したり警備兵たちを包囲したりすることをあえて企てることがないようにするためであった。
§14.2.5ταῦτα δὲ παρασκευαζόμενος ἅμα διεπέμπετο πρὸς τὸν Σόφακα, πυνθανόμενος, ἐὰν συγχωρῇ τοῖς παρακαλουμένοις, εἰ καὶ τοῖς Καρχηδονίοις ἔσται ταῦτα κατὰ νοῦν καὶ μὴ πάλιν ἐκεῖνοι φήσουσι βουλεύσεσθαι περὶ τῶν συγχωρουμένων.
これらを準備すると同時に、彼はシュファクスのもとに使者送り、もし彼が求められている和平条件に同意するならば、はたしてカルタゴ人たちにとってもこれらのことが意に適うものであるのか、そして彼らが、同意された事柄について再び審議するつもりだと言い出したりしないかどうかを尋ねた。
§14.2.6ἅμα δὲ τούτοις προσενετείλατο τοῖς πρεσβευταῖς μὴ πρότερον ὡς αὑτὸν ἀπιέναι πρὶν ἢ λαβεῖν ἀπόκρισιν ὑπὲρ τούτων.
同時に彼は使節たちに、これらについての回答を得るまでは、自分のところに戻ってきてはならないと追加の命令を下した。
§14.2.7ὧν ἀφικομένων διακούσας ὁ Νομὰς ἐπείσθη διότι πρὸς τὸ συντελεῖν ἐστι τὰς διαλύσεις ὁ Σκιπίων, ἔκ τε τοῦ φάναι τοὺς πρέσβεις μὴ πρότερον ἀπαλλαγήσεσθαι πρὶν ἢ λαβεῖν παρʼ αὐτοῦ τὰς ἀποκρίσεις, ἔκ τε τοῦ διευλαβεῖσθαι τὴν τῶν Καρχηδονίων συγκατάθεσιν.
使節たちが到着して話を聞くと、そのヌミディア人は、スキピオが和平を締結するつもりであると確信した。 それは、使者たちが彼から回答を受け取るまでは立ち去らないと言ったことと、スキピオがカルタゴ人たちの同意を非常に慎重に確認しようとしていることからであった。
§14.2.8διὸ καὶ πρὸς μὲν τὸν Ἀσδρούβαν ἐξ αὐτῆς ἔπεμπε, διασαφῶν τὰ γινόμενα καὶ παρακαλῶν δέχεσθαι τὴν εἰρήνην, αὐτὸς δὲ ῥᾳθύμως διῆγε, καὶ τοὺς ἐπισυναγομένους Νομάδας ἐκτὸς εἴα τῆς παρεμβολῆς αὐτοῦ κατασκηνοῦν.
そのため、彼はハスドルバルにすぐさま使者を送り、状況を説明して和平を受け入れるよう促した。 彼自身は油断して過ごし、集まってくるヌミディア人たちを、自分の陣営の外に幕舎を設営するままにさせておいた。
§14.2.9ὁ δὲ Πόπλιος κατὰ μὲν τὴν ἐπίφασιν ἐποίει τὸ παραπλήσιον, κατὰ δὲ τὴν ἀλήθειαν ἐν τοῖς μάλιστα περὶ τὰς παρασκευὰς ἦν.
プブリウスは、見かけの上では同様のことを行っていたが、実際には何よりも準備に余念がなかった。
§14.2.10ἐπειδὴ δὲ παρὰ μὲν τῶν Καρχηδονίων τῷ Σόφακι διεσαφήθη συντελεῖν τὰ κατὰ τὰς συνθήκας, ὁ δὲ Νομὰς περιχαρὴς ὢν εἶπε τοῖς πρεσβευταῖς ὑπὲρ τούτων, εὐθέως οἱ πρέσβεις ἀπῄεσαν εἰς τὴν ἰδίαν παρεμβολήν, μηνύσοντες τῷ Ποπλίῳ τὰ πραχθέντα παρὰ τοῦ βασιλέως.
カルタゴ人たちからシュファクスに対し、条約に従って和平を締結してよいという知らせが伝えられ、そのヌミディア人が大喜びで、これらのことについて使節たちに告げると、使節たちはすぐに自分たちの陣営へと戻っていった。 それは、王によってなされたことをプブリウスに報告するためであった。
§14.2.11ὧν ἀκούσας ὁ τῶν Ῥωμαίων στρατηγὸς αὖθις ἐκ ποδὸς ἔπεμπε πρέσβεις, δηλώσοντας τῷ Σόφακι διότι συμβαίνει τὸν μὲν Πόπλιον εὐδοκεῖν καὶ σπουδάζειν ὑπὲρ τῆς εἰρήνης, τοὺς δʼ ἐν τῷ συνεδρίῳ διαφέρεσθαι καὶ φάναι διαμένειν ἐπὶ τῶν ὑποκειμένων·
ローマの将軍はこれを聞くと、すぐに再び使節を送り、シュファクスに次のことを告げさせようとした。 すなわち、プブリウス自身は和平を承認し熱望しているものの、会議のメンバーたちが反対しており、従前の立場にとどまるべきだと主張している、と。
§14.2.12οἳ καὶ παραγενόμενοι διεσάφησαν ταῦτα τῷ Νομάδι.
使節たちは到着すると、このことをそのヌミディア人に伝えた。
§14.2.13τὴν δʼ ἀποστολὴν ταύτην ὁ Σκιπίων ἐποιήσατο χάριν τοῦ μὴ δόξαι παρασπονδεῖν, ἐὰν ἔτι μενούσης τῆς ὑπὲρ τῶν διαλύσεων ἐπικηρυκείας πρὸς ἀλλήλους πράξῃ τι τῶν πολεμικῶν ἔργων.
スキピオがこの派遣を行ったのは、互いの間で和平交渉の使節往来がいまだ継続している間に彼が何か敵対行為に及ぶような場合に、条約を破ったと思われないようにするためであった。
§14.2.14γενομένης δὲ τῆς ἀπορρήσεως ταύτης ἅπαν τὸ γινόμενον ἀνεπίληπτον ἕξειν ὑπέλαβε τὴν προαίρεσιν.
この交渉中止の公式な宣言が行われたことで、これから行われるすべてのことが、その意図において非難の余地のないものになるだろうと彼は考えた。