Humanitext Reader

波利比奥斯 · 历史 §14.2.1-14.2.14

塞基皮奥伪装和谈与夜袭筹备

第 798 段,共 1311 段 · 希腊语

内容简介

塞基皮奥表面上佯装进行和谈,实则暗中准备夜袭,使锡法克斯和迦太基人放松警惕;随后他正式宣布谈判破裂,以避免背约之嫌并获得进攻的大义名分。

§14.2.1ἐπειδὴ δὲ τὰ μὲν τῆς ἐαρινῆς ὥρας ὑπέφαινεν ἤδη, τῷ δὲ Σκιπίωνι πάντα διηρεύνητο πρὸς τὴν προειρημένην ἐπιβολὴν τὰ κατὰ τοὺς ὑπεναντίους, §14.2.2τὰς μὲν νῆας καθεῖλκε καὶ μηχανὰς κατεσκεύαζε ταύταις ὡς πολιορκήσων ἐκ θαλάττης τὴν Ἰτύκην, τοῖς δὲ πεζοῖς, §14.2.3οὖσιν ὡς δισχιλίοις, κατελάβετο πάλιν τὸν ὑπὲρ τὴν πόλιν κείμενον λόφον, καὶ τοῦτον ὠχυροῦτο καὶ διετάφρευε πολυτελῶς, §14.2.4τοῖς μὲν ὑπεναντίοις ποιῶν φαντασίαν ὡς τοῦτο πράττων τῆς πολιορκίας ἕνεκα, τῇ δʼ ἀληθείᾳ βουλόμενος ἐφεδρεύειν τοῖς κατὰ τὸν τῆς πράξεως καιρόν, ἵνα μὴ τῶν στρατοπέδων ἐκ τῆς παρεμβολῆς χωρισθέντων οἱ τὴν Ἰτύκην παραφυλάττοντες στρατιῶται τολμήσαιεν ἐξελθόντες ἐκ τῆς πόλεως ἐγχειρεῖν τῷ χάρακι διὰ τὸ σύνεγγυς εἶναι, καὶ πολιορκεῖν τοὺς φυλάττοντας.
当春季的征兆已开始显现,且塞基皮奥为了前述的计划已将敌方的一切情况调查清楚时,他一方面让船只下水,并在其上建造攻城器械,仿佛要从海上围攻乌提卡,另一方面则率领步兵,他们大约有二千人,重新占领了城市上方的那座山丘,并在其上筑垒、深挖壕沟,对敌人造成一种他是为了围城而做此事的假象,但实际上他是希望在行动之时作为预备队待命,以免当主力军队离开营地时,防守乌提卡的士兵会因为距离接近而斗胆出城袭击栅栏,并包围留守的卫兵。
§14.2.5ταῦτα δὲ παρασκευαζόμενος ἅμα διεπέμπετο πρὸς τὸν Σόφακα, πυνθανόμενος, ἐὰν συγχωρῇ τοῖς παρακαλουμένοις, εἰ καὶ τοῖς Καρχηδονίοις ἔσται ταῦτα κατὰ νοῦν καὶ μὴ πάλιν ἐκεῖνοι φήσουσι βουλεύσεσθαι περὶ τῶν συγχωρουμένων.
在做这些准备的同时,他向锡法克斯派遣了使者,询问如果锡法克斯同意所提的条件,迦太基人是否也会赞同,而不会再次声称要对已同意的事项重新审议。
§14.2.6ἅμα δὲ τούτοις προσενετείλατο τοῖς πρεσβευταῖς μὴ πρότερον ὡς αὑτὸν ἀπιέναι πρὶν ἢ λαβεῖν ἀπόκρισιν ὑπὲρ τούτων.
与此同时,他向使节们下达了追加指令,在获得关于这些问题的答复之前,不得返回他那里。
§14.2.7ὧν ἀφικομένων διακούσας ὁ Νομὰς ἐπείσθη διότι πρὸς τὸ συντελεῖν ἐστι τὰς διαλύσεις ὁ Σκιπίων, ἔκ τε τοῦ φάναι τοὺς πρέσβεις μὴ πρότερον ἀπαλλαγήσεσθαι πρὶν ἢ λαβεῖν παρʼ αὐτοῦ τὰς ἀποκρίσεις, ἔκ τε τοῦ διευλαβεῖσθαι τὴν τῶν Καρχηδονίων συγκατάθεσιν.
使者抵达后,这位努米底亚人在听完汇报后确信塞基皮奥有意达成和解,这既是因为使者们说在得到他的答复之前绝不离开,也是因为塞基皮奥极为谨慎地确认迦太基人的同意。
§14.2.8διὸ καὶ πρὸς μὲν τὸν Ἀσδρούβαν ἐξ αὐτῆς ἔπεμπε, διασαφῶν τὰ γινόμενα καὶ παρακαλῶν δέχεσθαι τὴν εἰρήνην, αὐτὸς δὲ ῥᾳθύμως διῆγε, καὶ τοὺς ἐπισυναγομένους Νομάδας ἐκτὸς εἴα τῆς παρεμβολῆς αὐτοῦ κατασκηνοῦν.
因此,他立即派人去哈斯德鲁巴那里,说明情况并劝其接受和平,而他自己则松懈度日,并任由聚集而来的努米底亚人在他营地之外搭建帐篷。
§14.2.9ὁ δὲ Πόπλιος κατὰ μὲν τὴν ἐπίφασιν ἐποίει τὸ παραπλήσιον, κατὰ δὲ τὴν ἀλήθειαν ἐν τοῖς μάλιστα περὶ τὰς παρασκευὰς ἦν.
普布利乌斯在表面上也做着类似的事,但在实际上他却最专注于准备工作。
§14.2.10ἐπειδὴ δὲ παρὰ μὲν τῶν Καρχηδονίων τῷ Σόφακι διεσαφήθη συντελεῖν τὰ κατὰ τὰς συνθήκας, ὁ δὲ Νομὰς περιχαρὴς ὢν εἶπε τοῖς πρεσβευταῖς ὑπὲρ τούτων, εὐθέως οἱ πρέσβεις ἀπῄεσαν εἰς τὴν ἰδίαν παρεμβολήν, μηνύσοντες τῷ Ποπλίῳ τὰ πραχθέντα παρὰ τοῦ βασιλέως.
当迦太基人向锡法克斯表明将按照条款缔结和约,而这位努米底亚人大喜过望并将此事告知使节们时,使节们立即返回了自家的营地,以向普布利乌斯报告国王所做的事。
§14.2.11ὧν ἀκούσας ὁ τῶν Ῥωμαίων στρατηγὸς αὖθις ἐκ ποδὸς ἔπεμπε πρέσβεις, δηλώσοντας τῷ Σόφακι διότι συμβαίνει τὸν μὲν Πόπλιον εὐδοκεῖν καὶ σπουδάζειν ὑπὲρ τῆς εἰρήνης, τοὺς δʼ ἐν τῷ συνεδρίῳ διαφέρεσθαι καὶ φάναι διαμένειν ἐπὶ τῶν ὑποκειμένων· §14.2.12οἳ καὶ παραγενόμενοι διεσάφησαν ταῦτα τῷ Νομάδι.
罗马将军听闻此事后,立即再次派出了使节,向锡法克斯声明普布利乌斯本人虽然赞同并热望和平,但会议的成员们却有异议,并声称要坚持原先的立场;他们到达后向这位努米底亚人说明了这些情况。
§14.2.13τὴν δʼ ἀποστολὴν ταύτην ὁ Σκιπίων ἐποιήσατο χάριν τοῦ μὴ δόξαι παρασπονδεῖν, ἐὰν ἔτι μενούσης τῆς ὑπὲρ τῶν διαλύσεων ἐπικηρυκείας πρὸς ἀλλήλους πράξῃ τι τῶν πολεμικῶν ἔργων.
塞基皮奥之所以进行这次派遣,是为了不让自己显得背弃盟约——如果双方之间关于和解的使节往来仍在继续期间,他便采取任何军事行动的话。
§14.2.14γενομένης δὲ τῆς ἀπορρήσεως ταύτης ἅπαν τὸ γινόμενον ἀνεπίληπτον ἕξειν ὑπέλαβε τὴν προαίρεσιν.
他认为,随着这一拒绝的宣告,此后所发生的一切都将使他的意图显得无可指责。

词汇与语法注释

  1. 14.2.1τῷ δὲ Σκιπίωνι — 施事者与格,与完了被动式动词 διηρεύνητο 连用,表示“被塞基皮奥……”。
  2. 14.2.2τοῖς δὲ πεζοῖς — 手段或伴随与格,修饰 §14.2.3 中的动词 κατελάβετο,意为“(率领)步兵”。
  3. 14.2.5ἐὰν συγχωρῇ ... εἰ καὶ ... — 隶属于分词 πυνθανόμενος 的双重从句。ἐὰν 从句引导一个条件句(“如果他同意”),而 εἰ 从句引导一个间接疑问句(“是否……”)。
  4. 14.2.14ἀνεπίληπτον ἕξειν τὴν προαίρεσιν — 主动词 ὑπέλαβε 引导的宾格加不定式结构。τὴν προαίρεσιν 是不定式 ἕξειν 的主语,意为“(他的)意图将无可指责”。

引用这一段

波利比奥斯, 历史 §14.2.1-14.2.14. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:14.2.1-14.2.14

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。