§14.1.1οἱ μὲν οὖν ὕπατοι περὶ ταύτας ἐγίνοντο τὰς πράξεις,
執政官たちは一方、これらの活動に従事していた。
§14.1.2ὁ δὲ Πόπλιος ἐν τῇ Λιβύῃ κατὰ τὴν παραχειμασίαν πυνθανόμενος ἐξαρτύειν στόλον τοὺς Καρχηδονίους, ἐγίνετο μὲν καὶ περὶ ταύτην τὴν παρασκευήν, οὐχ ἧττον δὲ καὶ περὶ τὴν τῆς Ἰτύκης πολιορκίαν.
\n プブリウスはリビアでの冬営中、カルタゴ人たちが艦隊を艤装していると知ると、この準備にも従事したが、それと同じくらい、イトゥケの包囲戦にも従事していた。
§14.1.3οὐ μὴν οὐδὲ τῆς κατὰ τὸν Σόφακα τελέως ἐλπίδος ἀφίστατο, διεπέμπετο δὲ συνεχῶς διὰ τὸ μὴ πολὺ ἀφεστάναι τὰς δυνάμεις ἀλλήλων, πεπεισμένος μετακαλέσειν αὐτὸν ἀπὸ τῆς τῶν Καρχηδονίων συμμαχίας·
\n しかし、シュファクスに関する希望を完全に諦めることもなく、両軍が互いにそれほど離れていなかったために、絶えず使者を送り、彼をカルタゴ人との同盟から離脱させられると確信していた。
§14.1.4οὐ γὰρ ἀπεγίνωσκε καὶ τῆς παιδίσκης αὐτὸν ἤδη κόρον ἔχειν, διʼ ἣν εἵλετο τὰ Καρχηδονίων, καὶ καθόλου τῆς πρὸς τοὺς Φοίνικας φιλίας διά τε τὴν φυσικὴν τῶν Νομάδων ἁψικορίαν καὶ διὰ τὴν πρός τε τοὺς θεοὺς καὶ τοὺς ἀνθρώπους ἀθεσίαν.
\n というのも、彼が、カルタゴの側を選ぶ原因となったあの若い女に対してすでに飽き飽きしており、またヌミディア人たちの生まれつきの気まぐれさと、神々と人間に対する不誠実さのゆえに、フェニキア人との友好関係全般にもすでに飽きているに違いない、とプブリウスは考えていたからである。
§14.1.5ὢν δὲ περὶ πολλὰ τῇ διανοίᾳ καὶ ποικίλας ἔχων ἐλπίδας ὑπὲρ τοῦ μέλλοντος διὰ τὸ κατορρωδεῖν τὸν ἔξω κίνδυνον τῷ πολλαπλασίους εἶναι τοὺς ὑπεναντίους, ἐπελάβετό τινος ἀφορμῆς τοιαύτης.
\n 彼は心の中で多くのことを考え、将来について多様な予想を抱いていたが、敵が何倍も多数であることから外部の危険を恐れており、次のようなある好機を捉えた。
§14.1.6τῶν γὰρ διαπεμπομένων πρὸς τὸν Σόφακά τινες ἀνήγγειλαν αὐτῷ διότι συμβαίνει τοὺς μὲν Καρχηδονίους ἐκ παντοδαπῶν ξύλων καὶ φυλλάδος ἄνευ γῆς ἐν τῇ παραχειμασίᾳ κατεσκευακέναι τὰς σκηνάς,
\n すなわち、シュファクスのもとに派遣されていた者たちの幾人かが彼に報告したところによると、カルタゴ人たちは冬営地において、粘土を使わず、あらゆる種類の木材や木の葉から幕舎を作っている。
§14.1.7τῶν δὲ Νομάδων τοὺς μὲν ἐξ ἀρχῆς ἐκ καλάμων, τοὺς δʼ ἐπισυναγομένους ἐκ τῶν πόλεων κατὰ τὸ παρὸν ἐξ αὐτῆς τῆς φυλλάδος σκηνοποιεῖσθαι, τοὺς μὲν ἐντός, τοὺς δὲ πλείους αὐτῶν ἐκτὸς τῆς τάφρου καὶ τοῦ χάρακος.
\n またヌミディア人たちのうち、ある者たちは最初から葦で、他方で町々から集結しつつある者たちは現状、木の葉だけで幕舎を設営しており、ある者は内側に、また彼らの大部分は堀と柵の外側にいるということであった。
§14.1.8νομίσας οὖν ὁ Πόπλιος παραδοξοτάτην μὲν τοῖς πολεμίοις, πραγματικωτάτην δὲ σφίσιν εἶναι τὴν διὰ τοῦ πυρὸς ἐπιβολήν, ἐγένετο περὶ ταύτην τὴν κατασκευήν.
\n そこでプブリウスは、火による攻撃が敵にとっては最も不意を突き、自分たちにとっては最も効果的であると考え、この計画の準備に着手した。
§14.1.9ὁ δὲ Σόφαξ ἐν ταῖς πρὸς τὸν Πόπλιον διαποστολαῖς ἀεί πως ἐπὶ ταύτην κατήντα τὴν γνώμην ὅτι δέοι Καρχηδονίους μὲν ἐκ τῆς Ἰταλίας ἀπαλλάττεσθαι, Ῥωμαίους δὲ παραπλησίως ἐκ τῆς Λιβύης, τὰ δὲ μεταξὺ τούτων ἔχειν ἀμφοτέρους ὡς τότε κατεῖχον.
\n 一方、シュファクスはプブリウスとの往復の使節において、常に次のような提案を繰り返していた。
§14.1.10ὧν ὁ Πόπλιος ἀκούων ἐν τοῖς πρὸ τοῦ χρόνοις οὐδαμῶς ἀνείχετο·
すなわち、カルタゴ人はイタリアから立ち去り、ローマ人も同様にリビアから立ち去り、両者の間にある地域は、双方がその時に領有していた通りに保持すべきである、と。
τότε δὲ τῷ Νομάδι βραχεῖαν ἔμφασιν ἐποιήσατο διὰ τῶν ἀποστελλομένων ὡς οὐκ ἀδυνάτου τῆς ἐπιβολῆς οὔσης, ἧς ἐπιβάλλεται.
\n プブリウスは以前ならこれらを聞いても決して容認しなかったが、今回は、派遣した使者を通じて、そのヌミディア人に、彼が試みているその提案が不可能ではないかのような、わずかな含みを持たせた。
§14.1.11διʼ οὗ συνέβη τὸν Σόφακα κουφισθέντα πολλαπλασίως ἐπιρρωσθῆναι πρὸς τὴν ἐπιπλοκήν.
\n これによって、シュファクスは安心し、交渉を継続することにいっそう熱心になった。
§14.1.12οὗ γινομένου πλείους ἦσαν οἱ διαπεμπόμενοι καὶ πλεονάκις· ἔστι δʼ ὅτε καί τινας ἡμέρας ἔμενον παρʼ ἀλλήλοις ἀπαρατηρήτως.
\n こうして、派遣される使者の数は増え、頻度も高くなり、時には互いの陣営に、警戒されることなく数日間滞在することさえあった。
§14.1.13ἐν αἷς ὁ Πόπλιος ἀεί τινας μὲν τῶν πραγματικῶν, οὓς δὲ καὶ στρατιωτικῶν, ῥυπῶντας καὶ ταπεινούς, εἰς δουλικὰς ἐσθῆτας διασκευάζων, μετὰ τῶν ἀποστελλομένων ἐξέπεμπε χάριν τοῦ τὰς προσόδους καὶ τὰς εἰσόδους τὰς εἰς ἑκατέραν τὴν παρεμβολὴν ἀσφαλῶς ἐξερευνῆσαι καὶ κατοπτεῦσαι.
\n その滞在中、プブリウスは、実務や軍務に長けた者の幾人かを、汚らしく卑しい奴隷の衣服に変装させ、派遣される者たちに同行させて常に送り出した。 それは、双方の陣営への接近路や入り口を安全に調査し、偵察させるためであった。
§14.1.14δύο γὰρ ἦσαν στρατοπεδεῖαι, μία μὲν ἣν Ἀσδρούβας εἶχε μετὰ πεζῶν τρισμυρίων καὶ τρισχιλίων ἱππέων, ἄλλη δὲ περὶ δέκα σταδίους ἀφεστῶσα ταύτης, ἡ τῶν Νομάδων, ἱππεῖς μὲν εἰς μυρίους ἔχουσα, πεζοὺς δὲ περὶ πεντακισμυρίους.
\n というのも、陣営は二つあったからである。 一つはハスドルバルが歩兵三万、騎兵三千を伴って保持しているものであり、もう一つは、そこから約十スタディオン離れたヌミディア人の陣営で、騎兵約一万、歩兵約五万を擁していた。
§14.1.15ἣ δὴ καὶ μᾶλλον εὐέφοδος ἦν καὶ τὰς σκηνὰς εἶχε τελέως εὐφυεῖς πρὸς ἐμπυρισμὸν διὰ τὸ τοὺς Νομάδας, ὡς ἀρτίως εἶπον, μὴ διὰ ξύλων μηδὲ διὰ γῆς, ἁπλῶς δὲ κάνναις καὶ καλάμοις χρῆσθαι πρὸς τὰς σκηνοποιίας.
\n この後者の陣営こそ、より攻撃しやすく、また幕舎は放火するのに極めて好都合な性質のものであった。 なぜなら、先ほど述べたように、ヌミディア人たちは木材や土を一切使わず、単に葦や菅を用いて幕舎を建てていたからである。