§14.10.1ἅμα τὰς γνώμας.
同时通过了所有的决议。
κριθέντων δὲ τούτων οἱ μὲν εἰς τὴν Ἰταλίαν μέλλοντες πλεῖν εὐθέως ἐκ τοῦ βουλευτηρίου προῆγον ἐπὶ θάλατταν, ὁ δὲ ναύαρχος ἐπὶ τὰς ναῦς· οἱ δὲ λοιποὶ περί τε τῆς κατὰ τὴν πόλιν ἀσφαλείας προενοοῦντο καὶ περὶ τῶν κατὰ μέρος ἐβουλεύοντο συνεχῶς.
这些事情决定之后,那些将要驶往意大利的人立即从议事厅走向海边,海军指挥官也走向船只;其余的人则防范着城市的安全,并不断商讨具体细节。
καὶ [ὁ] Πόπλιος, §14.10.2καταγέμοντος ἤδη τοῦ στρατοπέδου τῆς λείας διὰ τὸ μηδένʼ ἀντιπράττειν, ἀλλὰ πάντας εἴκειν ταῖς ἐπιβολαῖς, ἔκρινε τὸ μὲν τῶν λαφύρων πλεῖον εἰς τὴν ἐξ ἀρχῆς παραπέμψαι παρεμβολήν, §14.10.3αὐτὸς δὲ τὴν στρατείαν ἀναλαβὼν εὔζωνον καταλαβέσθαι τὸν ἐπὶ Τύνητι χάρακα καὶ στρατοπεδεῦσαι τοῖς Καρχηδονίοις ἐν συνόψει· μάλιστα γὰρ οὕτως ἐκφοβήσειν ὑπελάμβανε καὶ καταπλήξειν αὐτούς.
而普布里乌斯,由于没有人反抗,所有人都顺从他的企图,他的营地已经装满了战利品,因此他决定将大部分战利品送回最初的营地;他自己则带领轻装部队,占领了位于突尼斯旁边的堡垒,并在迦太基人能看得见的地方安营扎寨;因为他认为这样最能吓唬并震慑他们。
§14.10.4οἱ μὲν οὖν Καρχηδόνιοι μετʼ ὀλίγας ἡμέρας τά τε πληρώματα καὶ τὰς σιταρχίας ἑτοίμας ἔχοντες ἐν ταῖς ναυσὶν ἐγίνοντο πρὸς ἀναγωγῇ καὶ τοῖς προκειμένοις· ὁ δὲ Πόπλιος ἧκε πρὸς τὸν Τύνητα, καὶ φυγόντων τὴν ἔφοδον αὐτοῦ τῶν παραφυλαττόντων κατέλαβε τὸν τόπον.
于是,几天后,迦太基人备好了船员和粮食,登上了船只,准备启航并执行既定计划;而普布里乌斯到达了突尼斯,由于守军在他的袭击下逃跑,他占领了该地。
§14.10.5ὁ δὲ Τύνης ἀπέχει μὲν τῆς Καρχηδόνος ὡς ἑκατὸν εἴκοσι σταδίους, ἔστι δὲ σύνοπτος σχεδὸν ἐξ ὅλης τῆς πόλεως, διαφέρει δʼ ὀχυρότητι καὶ φυσικῇ καὶ χειροποιήτῳ, καθάπερ καὶ πρότερον ἡμῖν εἴρηται.
突尼斯距离迦太基约有一百二十斯塔迪亚,几乎从整个城市都可以望见,并且因其天然和人工的双重险要而著称,正如我们之前已经提到过的那样。
§14.10.6τῶν δὲ Ῥωμαίων ἄρτι κατεστρατοπεδευκότων ἀνήγοντο ταῖς ναυσὶν οἱ Καρχηδόνιοι, ποιούμενοι τὸν πλοῦν εἰς τὴν Ἰτύκην.
罗马人刚安好营,迦太基人就驾船启航,驶向尤提卡。
§14.10.7ὁ δὲ Πόπλιος ὁρῶν τὸν ἀνάπλουν τῶν ὑπεναντίων, καὶ δεδιὼς μή τι περὶ τὸ σφέτερον αὐτῶν ναυτικὸν συμβῇ, διεταράττετο πάντων ἀνυπονοήτως διακειμένων καὶ ἀπαρασκεύως πρὸς τὸ μέλλον.
普布里乌斯看到敌军启航,担心自己的舰队会发生意外,因而十分焦虑,因为所有人都没有防备,对即将发生的事毫无准备。
§14.10.8αὖθις δʼ ἐκ μεταβολῆς ἀναστρατοπεδεύσας ἠπείγετο βοηθήσων τοῖς ἰδίοις πράγμασι.
于是他再次改变计划,拔营起行,急忙前去救援自己的阵营。
§14.10.9καταλαβὼν δὲ τὰς καταφράκτους ναῦς πρὸς μὲν τὰς ἐξαιρέσεις καὶ προσαγωγὰς τῶν ὀργάνων καὶ καθόλου πρὸς πολιορκίαν εὖ καὶ δεόντως ἐξηρτυμένας, πρὸς δὲ ναυμαχίαν ἥκιστα παρεσκευασμένας, τὸν δὲ τῶν ὑπεναντίων στόλον ἐξ ὅλου τοῦ χειμῶνος πρὸς αὐτὸ τοῦτο κατηρτισμένον, §14.10.10τὸ μὲν ἀντανάγεσθαι καὶ ναυμαχεῖν ἀπογνούς, συνορμίσας δὲ τὰς καταφράκτους νῆας περιέστησε ταύταις τὰς φορτηγοὺς ἐπὶ τρεῖς καὶ τέτταρας τὸ βάθος, §14.10.11κἄπειτα καθελόμενος τοὺς ἱστοὺς καὶ τὰς κεραίας ἔζευξε τούτοις βιαίως πρὸς ἀλλήλας, §14.10.12βραχὺ διάστημα ποιῶν, ὥσθʼ ὑπηρετικοῖς ἐκπλεῖν δύνασθαι καὶ διαπλεῖν.
他发现自己的有甲船虽然为了卸载和架设器械、以及整体的包围战而装备得十分妥当,但对于海战却毫无准备,而敌人的舰队整个冬天都在为了这个目的而整军备战,他放弃了出海迎战和海战的念头,而是将有甲船系泊在一起,并在它们周围用运输船围了三四层深,接着拆下桅杆和帆桁,用这些东西把船只牢牢绑在一起,留出很小的间隔,以便辅助小船能够驶出和穿行。