§14.1a.1ὅτι φησὶν ὁ Πολύβιος περὶ ἑαυτοῦ καὶ περὶ τῆς τῶν βίβλων ὑποθετικῆς ἐξηγήσεως·
ポリュビオスが自身について、また自著の計画的な解説について述べていること。
ἴσως μὲν οὖν ἐπὶ πάσαις ταῖς ὀλυμπιάσιν αἱ προεκθέσεις τῶν πράξεων εἰς ἐπίστασιν ἄγουσι τοὺς ἐντυγχάνοντας καὶ διὰ τὸ πλῆθος καὶ διὰ τὸ μέγεθος τῶν γεγονότων, ὡς ἂν ὑπὸ μίαν σύνοψιν ἀγομένων τῶν ἐξ ὅλης τῆς οἰκουμένης ἔργων·
「おそらく、すべてのオリンピア紀において、出来事の事前の要約は、出来事の多さと大きさのゆえに、読者を注意深くさせる。 あたかも全世界の営みが一つの展望の下に集められているかのようであるから。
§14.1a.2οὐ μὴν ἀλλὰ τὰ κατὰ ταύτην τὴν ὀλυμπιάδα μάλιστα νομίζω συνεπιστήσειν τοὺς ἀναγινώσκοντας διὰ τὸ πρῶτον μὲν τοὺς κατὰ τὴν Ἰταλίαν καὶ Λιβύην πολέμους ἐν τούτοις τοῖς χρόνοις εἰληφέναι τὴν συντέλειαν·
しかしながら、このオリンピア紀における出来事は、読者の注意を最も引きつけることになるであろうと私は考える。 第一に、イタリアとリビアにおける諸戦争がこの時期に終結を迎えたからである。
ὑπὲρ ὧν τίς οὐκ ἂν ἱστορῆσαι βουληθείη ποία τις ἡ καταστροφὴ καὶ τί τὸ τέλος αὐτῶν ἐγένετο;
それらの戦争について、どのような結末があり、どのような終わりを迎えたのか、誰が探究したいと思わないだろうか。
§14.1a.3φύσει γὰρ πάντες ἄνθρωποι, κἂν ὁλοσχερῶς παραδέχωνται τὰ κατὰ μέρος ἔργα καὶ λόγους, ὅμως ἑκάστων τὸ τέλος ἱμείρουσι μαθεῖν·
というのも、すべての人間は、個々の出来事や言説を全体的に受け入れているとしても、やはりそれぞれの結末を知ることを本性上切望しているからである。
§14.1a.4πρὸς δὲ τούτοις συμβαίνει καὶ τὰς προαιρέσεις τῶν βασιλέων ἐκφανεστάτας γεγονέναι κατὰ τοὺς αὐτοὺς χρόνους·
これらに加えて、王たちの意図も同じ時期に極めて明白になった。
ἃ γὰρ πρότερον ἐλέγετο περὶ αὐτῶν, τότε σαφῶς ἐπεγνώσθη πάντα παρὰ πᾶσι καὶ τοῖς μηδʼ ὅλως ἐθέλουσι πολυπραγμονεῖν.
というのも、以前彼らについて語られていたことが、その時、全く詮索したくない人々においてさえ、すべての人々の間で全て明らかに知られるようになったからである。
§14.1a.5διὸ καὶ βουλόμενοι κατʼ ἀξίαν τῶν ἔργων ποιήσασθαι τὴν ἐξήγησιν, οὐ τὰς ἐκ τῶν δυεῖν ἐτῶν πράξεις κατατετάχαμεν εἰς μίαν βύβλον, καθάπερ ἐν τοῖς πρὸ τούτων ἀποδεδώκαμεν.
それゆえ、出来事の価値にふさわしい解説を行おうと望む私たちは、これまでに提示してきたように、2年間の出来事を1巻の書物に整理することをしなかった。 」