§14.1.1οἱ μὲν οὖν ὕπατοι περὶ ταύτας ἐγίνοντο τὰς πράξεις, §14.1.2ὁ δὲ Πόπλιος ἐν τῇ Λιβύῃ κατὰ τὴν παραχειμασίαν πυνθανόμενος ἐξαρτύειν στόλον τοὺς Καρχηδονίους, ἐγίνετο μὲν καὶ περὶ ταύτην τὴν παρασκευήν, οὐχ ἧττον δὲ καὶ περὶ τὴν τῆς Ἰτύκης πολιορκίαν.
执政官们此时正忙于这些事务,\n 而普布利乌斯在利比亚冬营期间,获悉迦太基人正在装备舰队,便一方面也忙于此项防备,但同样也致力于围攻乌提卡。
§14.1.3οὐ μὴν οὐδὲ τῆς κατὰ τὸν Σόφακα τελέως ἐλπίδος ἀφίστατο, διεπέμπετο δὲ συνεχῶς διὰ τὸ μὴ πολὺ ἀφεστάναι τὰς δυνάμεις ἀλλήλων, πεπεισμένος μετακαλέσειν αὐτὸν ἀπὸ τῆς τῶν Καρχηδονίων συμμαχίας·
\n 然而,他也并未完全放弃对锡法克斯的期望,由于双方军队相距不远,他不断派遣使者,深信能够使他脱离与迦太基人的盟约。
§14.1.4οὐ γὰρ ἀπεγίνωσκε καὶ τῆς παιδίσκης αὐτὸν ἤδη κόρον ἔχειν, διʼ ἣν εἵλετο τὰ Καρχηδονίων, καὶ καθόλου τῆς πρὸς τοὺς Φοίνικας φιλίας διά τε τὴν φυσικὴν τῶν Νομάδων ἁψικορίαν καὶ διὰ τὴν πρός τε τοὺς θεοὺς καὶ τοὺς ἀνθρώπους ἀθεσίαν.
\n 因为他并未放弃这种可能性:即锡法克斯已经厌倦了那个让他选择支持迦太基人的年轻女子,并且由于努米底亚人天生的反复无常以及对神和人的背信弃义,他也普遍厌倦了与腓尼基人的友谊。
§14.1.5ὢν δὲ περὶ πολλὰ τῇ διανοίᾳ καὶ ποικίλας ἔχων ἐλπίδας ὑπὲρ τοῦ μέλλοντος διὰ τὸ κατορρωδεῖν τὸν ἔξω κίνδυνον τῷ πολλαπλασίους εἶναι τοὺς ὑπεναντίους, ἐπελάβετό τινος ἀφορμῆς τοιαύτης.
\n 他心中思虑繁多,对未来抱有各种期盼,但由于敌军人数是己方的数倍,他十分惧怕外在的危险,于是他抓住了如下一个契机。
§14.1.6τῶν γὰρ διαπεμπομένων πρὸς τὸν Σόφακά τινες ἀνήγγειλαν αὐτῷ διότι συμβαίνει τοὺς μὲν Καρχηδονίους ἐκ παντοδαπῶν ξύλων καὶ φυλλάδος ἄνευ γῆς ἐν τῇ παραχειμασίᾳ κατεσκευακέναι τὰς σκηνάς, §14.1.7τῶν δὲ Νομάδων τοὺς μὲν ἐξ ἀρχῆς ἐκ καλάμων, τοὺς δʼ ἐπισυναγομένους ἐκ τῶν πόλεων κατὰ τὸ παρὸν ἐξ αὐτῆς τῆς φυλλάδος σκηνοποιεῖσθαι, τοὺς μὲν ἐντός, τοὺς δὲ πλείους αὐτῶν ἐκτὸς τῆς τάφρου καὶ τοῦ χάρακος.
\n 原来,在派往锡法克斯的人当中,有人向他报告说,迦太基人在冬营中用各种木材和树叶建造帐篷,而没有使用泥土;\n 而努米底亚人中,有些人起初是用芦苇建造,另一些从各城镇聚集而来的人目前则仅用树叶搭建帐篷,有的人在壕沟和栅栏内,而他们中的大多数人则在壕沟和栅栏外。
§14.1.8νομίσας οὖν ὁ Πόπλιος παραδοξοτάτην μὲν τοῖς πολεμίοις, πραγματικωτάτην δὲ σφίσιν εἶναι τὴν διὰ τοῦ πυρὸς ἐπιβολήν, ἐγένετο περὶ ταύτην τὴν κατασκευήν.
\n 于是普布利乌斯认为,火攻对敌人来说是最出人意料的,对己方而言也是最行之有效的,便着手进行这项准备。
§14.1.9ὁ δὲ Σόφαξ ἐν ταῖς πρὸς τὸν Πόπλιον διαποστολαῖς ἀεί πως ἐπὶ ταύτην κατήντα τὴν γνώμην ὅτι δέοι Καρχηδονίους μὲν ἐκ τῆς Ἰταλίας ἀπαλλάττεσθαι, Ῥωμαίους δὲ παραπλησίως ἐκ τῆς Λιβύης, τὰ δὲ μεταξὺ τούτων ἔχειν ἀμφοτέρους ὡς τότε κατεῖχον.
\n 而锡法克斯在与普布利乌斯往来的使节中,总是倾向于这样一种意见:迦太基人应当撤离意大利,罗马人也同样应当撤离利比亚,而其间的土地则由双方按照当时的占领状态各自保留。
§14.1.10ὧν ὁ Πόπλιος ἀκούων ἐν τοῖς πρὸ τοῦ χρόνοις οὐδαμῶς ἀνείχετο· τότε δὲ τῷ Νομάδι βραχεῖαν ἔμφασιν ἐποιήσατο διὰ τῶν ἀποστελλομένων ὡς οὐκ ἀδυνάτου τῆς ἐπιβολῆς οὔσης, ἧς ἐπιβάλλεται.
\n 普布利乌斯以往听闻此事绝不容忍,但此时他通过所派的使者向这位努米底亚人微露口风,仿佛他所倡议的这一方案并非不可行。
§14.1.11διʼ οὗ συνέβη τὸν Σόφακα κουφισθέντα πολλαπλασίως ἐπιρρωσθῆναι πρὸς τὴν ἐπιπλοκήν.
\n 由此,锡法克斯宽下心来,对继续接洽大受鼓舞。
§14.1.12οὗ γινομένου πλείους ἦσαν οἱ διαπεμπόμενοι καὶ πλεονάκις· ἔστι δʼ ὅτε καί τινας ἡμέρας ἔμενον παρʼ ἀλλήλοις ἀπαρατηρήτως.
\n 随着这种情况的发生,互派的使者人数更多、次数更频繁;有时他们甚至在彼此那里毫无戒备地停留数日。
§14.1.13ἐν αἷς ὁ Πόπλιος ἀεί τινας μὲν τῶν πραγματικῶν, οὓς δὲ καὶ στρατιωτικῶν, ῥυπῶντας καὶ ταπεινούς, εἰς δουλικὰς ἐσθῆτας διασκευάζων, μετὰ τῶν ἀποστελλομένων ἐξέπεμπε χάριν τοῦ τὰς προσόδους καὶ τὰς εἰσόδους τὰς εἰς ἑκατέραν τὴν παρεμβολὴν ἀσφαλῶς ἐξερευνῆσαι καὶ κατοπτεῦσαι.
\n 在这些日子里,普布利乌斯总是把一些经验丰富的办事人员和士兵伪装成衣衫褴褛、地位低微的奴隶,让他们随同使者一起派出,以便安全地勘察和侦察进入两个营地的通道和入口。
§14.1.14δύο γὰρ ἦσαν στρατοπεδεῖαι, μία μὲν ἣν Ἀσδρούβας εἶχε μετὰ πεζῶν τρισμυρίων καὶ τρισχιλίων ἱππέων, ἄλλη δὲ περὶ δέκα σταδίους ἀφεστῶσα ταύτης, ἡ τῶν Νομάδων, ἱππεῖς μὲν εἰς μυρίους ἔχουσα, πεζοὺς δὲ περὶ πεντακισμυρίους.
\n 因为当时有两个营地:一个是哈斯德鲁巴率领的三万步兵和三千骑兵驻扎的营地;另一个是距离它约十斯塔迪翁的努米底亚人营地,拥有约一万骑兵和大约五万步兵。
§14.1.15ἣ δὴ καὶ μᾶλλον εὐέφοδος ἦν καὶ τὰς σκηνὰς εἶχε τελέως εὐφυεῖς πρὸς ἐμπυρισμὸν διὰ τὸ τοὺς Νομάδας, ὡς ἀρτίως εἶπον, μὴ διὰ ξύλων μηδὲ διὰ γῆς, ἁπλῶς δὲ κάνναις καὶ καλάμοις χρῆσθαι πρὸς τὰς σκηνοποιίας.
\n 这一营地确实更容易攻打,其帐篷也极易起火,因为正如我刚才所说,努米底亚人在搭建帐篷时不使用木材或泥土,而仅使用芦苇和菅草。