§13.6.1ὁ δὲ τῶν Λακεδαιμονίων τύραννος Νάβις, ἔτος ἤδη τρίτον ἔχων τὴν ἀρχήν, ὁλοσχερὲς μὲν οὐδὲν ἐπεβάλλετο πράττειν οὐδὲ τολμᾶν διὰ τὸ πρόσφατον εἶναι τὴν ὑπὸ τῶν Ἀχαιῶν ἧτταν τοῦ Μαχανίδου,
ラケダイモン人の僭主ナビスは、支配を開始してすでに3年目であったが、アカイア同盟軍によるマカニダスの敗北が最近のことであったために、大規模なことは何一つ実行しようとも企てようともしなかった。
§13.6.2καταβολὴν δʼ ἐποιεῖτο καὶ θεμέλιον ὑπεβάλλετο πολυχρονίου καὶ βαρείας τυραννίδος.
しかし彼は、長期にわたる過酷な僭主政治の基礎を築き、土台を据えつつあった。
§13.6.3διέφθειρε γὰρ τοὺς λοιποὺς ἄρδην ἐκ τῆς Σπάρτης, ἐφυγάδευσε δὲ τοὺς κατὰ πλέον πλούτῳ διαφέροντας ἢ δόξῃ προγονικῇ, τὰς δὲ τούτων οὐσίας καὶ γυναῖκας διεδίδου τῶν ἄλλων τοῖς ἐπιφανεστάτοις καὶ τοῖς μισθοφόροις.
というのも、彼はスパルタの残りの市民たちを根こそぎ一掃し、富や先祖の名声において特に優れていた人々を追放した。 そして、これらの追放された者たちの財産や妻たちを、残された者のうち最も有力な者たちや自らの傭兵たちに分配したからである。
§13.6.4οὗτοι δʼ ἦσαν ἀνδροφόνοι καὶ παρασχίσται, λωποδύται, τοιχωρύχοι.
これら(の傭兵)は人殺し、死体泥棒、身ぐるみ剥ぎ、夜盗であった。
καθόλου γὰρ τοῦτο τὸ γένος ἡθροίζετο πρὸς αὐτὸν ἐπιμελῶς ἐκ τῆς οἰκουμένης, οἷς ἄβατος ἦν ἡ θρέψασα διʼ ἀσέβειαν καὶ παρανομίαν.
なぜなら、一般にこの種の手合いが、不敬と不法のために自らを育てた祖国への立ち入りを禁じられた者たちとして、全世界から彼の周りに入念に集められていたからである。
§13.6.5ὧν προστάτην [καὶ βασιλέα] αὑτὸν ἀναδείξας, καὶ χρώμενος δορυφόροις καὶ σωματοφύλαξι τούτοις, δῆλον ἔμελλε πολυχρόνιον ἔχειν τὴν ἐπʼ ἀσεβείᾳ φήμην καὶ δυναστείαν.
ナビスは彼らの擁護者[および王]として自らを宣言し、彼らを護衛兵や近衛兵として用いることで、彼の不敬による悪評と支配権は長期にわたるものとなることが明らかであった。
§13.6.6ὅς γε χωρὶς τῶν προειρημένων οὐκ ἐξηρκεῖτο φυγαδεύειν τοὺς πολίτας, ἀλλʼ οὐδὲ τοῖς φεύγουσιν οὐδεὶς τόπος ἦν ἀσφαλὴς οὐδὲ καταφυγὴ βέβαιος.
彼は、前述のことに留まらず、市民を追放することだけでは満足しなかったため、逃亡した者たちにとっても、いかなる場所も安全ではなく、いかなる避難所も確かなものではなかった。
§13.6.7τοὺς μὲν γὰρ ἐν ταῖς ὁδοῖς ἐπαποστέλλων ἀνῄρει, τοὺς δʼ ἐκ τῶν τόπων ἐπανάγοντας ἐφόνευε.
すなわち、ある者たちに対しては追跡者を送り込んで道中で殺害し、またある者たちに対しては、滞在先から戻ってくる途中で殺害した。
§13.6.8τὸ δὲ τελευταῖον ἐν ταῖς πόλεσι τὰς σύνεγγυς οἰκίας, ὅπου τις τυγχάνοι κατοικῶν τῶν φυγάδων, μισθούμενος διʼ ἀνυπονοήτων ἀνθρώπων, εἰς ταύτας εἰσέπεμπε Κρῆτας, οἵτινες ῥήγματα ποιοῦντες ἐν τοῖς τοίχοις καὶ διὰ τῶν ὑπαρχουσῶν θυρίδων τοξεύοντες τοὺς μὲν ἑστῶτας τῶν φυγάδων, τοὺς δʼ ἀνακειμένους ἐν ταῖς ἰδίαις οἰκίαις διέφθειρον,
そして最後には、諸都市において追放者の誰かが住んでいる隣の家を、疑いを持たれない人間を通じて借り上げ、そこにクレタ人を送り込んだ。 彼らは壁に穴を開け、また既存の窓から矢を射ることで、自らの家の中で立っていたり、あるいは横たわっていたりする追放者たちを殺害した。
§13.6.9ὥστε μήτε τόπον εἶναι μηδένα φύξιμον μήτε καιρὸν ἀσφαλῆ τοῖς ταλαιπώροις Λακεδαιμονίοις.
その結果、哀れなラケダイモン人にとっては、逃れられる場所はどこにもなく、安全な時もなかった。
§13.6.10καὶ δὴ τῷ τοιούτῳ
そして実際、このような……