§13.6.1ὁ δὲ τῶν Λακεδαιμονίων τύραννος Νάβις, ἔτος ἤδη τρίτον ἔχων τὴν ἀρχήν, ὁλοσχερὲς μὲν οὐδὲν ἐπεβάλλετο πράττειν οὐδὲ τολμᾶν διὰ τὸ πρόσφατον εἶναι τὴν ὑπὸ τῶν Ἀχαιῶν ἧτταν τοῦ Μαχανίδου,
拉刻代蒙人的僭主纳比斯,其统治已进入第三个年头,由于阿开亚人击败马哈尼达斯一事尚在不久之前,他未曾企图付诸实施或敢于尝试任何大规模的事业。
§13.6.2καταβολὴν δʼ ἐποιεῖτο καὶ θεμέλιον ὑπεβάλλετο πολυχρονίου καὶ βαρείας τυραννίδος.
然而,他正在为长期而残酷的僭主统治奠定基础和构筑根基。
§13.6.3διέφθειρε γὰρ τοὺς λοιποὺς ἄρδην ἐκ τῆς Σπάρτης, ἐφυγάδευσε δὲ τοὺς κατὰ πλέον πλούτῳ διαφέροντας ἢ δόξῃ προγονικῇ, τὰς δὲ τούτων οὐσίας καὶ γυναῖκας διεδίδου τῶν ἄλλων τοῖς ἐπιφανεστάτοις καὶ τοῖς μισθοφόροις.
因为他彻底铲除了斯巴达剩余的公民,驱逐了那些在财富或祖先声望上尤为显赫的人,并将这些人的财产和妻子分给其余人中最显赫者以及他的雇佣兵。
§13.6.4οὗτοι δʼ ἦσαν ἀνδροφόνοι καὶ παρασχίσται, λωποδύται, τοιχωρύχοι.
而这些人尽是杀人犯、盗尸者、拦路抢劫者和穿墙盗贼。
καθόλου γὰρ τοῦτο τὸ γένος ἡθροίζετο πρὸς αὐτὸν ἐπιμελῶς ἐκ τῆς οἰκουμένης, οἷς ἄβατος ἦν ἡ θρέψασα διʼ ἀσέβειαν καὶ παρανομίαν.
因为大体上,这类由于不敬和违法而无法涉足其抚育祖国的人,被刻意从整个文明世界聚集到他身边。
§13.6.5ὧν προστάτην [καὶ βασιλέα] αὑτὸν ἀναδείξας, καὶ χρώμενος δορυφόροις καὶ σωματοφύλαξι τούτοις, δῆλον ἔμελλε πολυχρόνιον ἔχειν τὴν ἐπʼ ἀσεβείᾳ φήμην καὶ δυναστείαν.
纳比斯自封为他们的保护者[及国王],并以他们为护卫和近卫,显然,他的不敬之恶名和统治注定要持续很长时间。
§13.6.6ὅς γε χωρὶς τῶν προειρημένων οὐκ ἐξηρκεῖτο φυγαδεύειν τοὺς πολίτας, ἀλλʼ οὐδὲ τοῖς φεύγουσιν οὐδεὶς τόπος ἦν ἀσφαλὴς οὐδὲ καταφυγὴ βέβαιος.
他不仅不满足于上述行径,甚至不满足于仅仅驱逐公民,以至于即使是对那些逃亡者而言,也没有任何地方是安全的,没有任何避难所是稳固的。
§13.6.7τοὺς μὲν γὰρ ἐν ταῖς ὁδοῖς ἐπαποστέλλων ἀνῄρει, τοὺς δʼ ἐκ τῶν τόπων ἐπανάγοντας ἐφόνευε.
因为他派人去,在半路上杀害了其中一些人,另一些人则在他们从避难所返回时被他杀害。
§13.6.8τὸ δὲ τελευταῖον ἐν ταῖς πόλεσι τὰς σύνεγγυς οἰκίας, ὅπου τις τυγχάνοι κατοικῶν τῶν φυγάδων, μισθούμενος διʼ ἀνυπονοήτων ἀνθρώπων, εἰς ταύτας εἰσέπεμπε Κρῆτας, οἵτινες ῥήγματα ποιοῦντες ἐν τοῖς τοίχοις καὶ διὰ τῶν ὑπαρχουσῶν θυρίδων τοξεύοντες τοὺς μὲν ἑστῶτας τῶν φυγάδων, τοὺς δʼ ἀνακειμένους ἐν ταῖς ἰδίαις οἰκίαις διέφθειρον, §13.6.9ὥστε μήτε τόπον εἶναι μηδένα φύξιμον μήτε καιρὸν ἀσφαλῆ τοῖς ταλαιπώροις Λακεδαιμονίοις.
最终,在流亡者碰巧居住的那些城市的邻近房屋,他通过不惹人怀疑的人租下来,并把克里特人派进这些房屋,这些人在墙上打洞,并通过现有的窗户射箭,杀害了在自己家中或站或卧的流亡者,结果,可怜的拉刻代蒙人既无处可逃,也无安全之时。
§13.6.10καὶ δὴ τῷ τοιούτῳ
事实上,对于这种……