§13.4.1ὁ δὲ Φίλιππος Ἡρακλείδῃ μέν, καθάπερ ὑπόθεσιν δούς, ἐπέταξε φροντίζειν πῶς ἂν κακοποιήσαι καὶ διαφθείραι τὰς τῶν Ῥοδίων νῆας,
フィリッポスはヘラクレイデスに、あたかも基本方針を与えるかのように、どのようにすればロドス人の船に害を加え、破壊できるかを思案するよう命じた。
§13.4.2εἰς δὲ τὴν Κρήτην πρεσβευτὰς ἐξαπέστειλε τοὺς ἐρεθιοῦντας καὶ παρορμήσοντας ἐπὶ τὸν κατὰ τῶν Ῥοδίων πόλεμον.
またクレタには、ロドス人に対する戦争へと扇動し、駆り立てるための使節を派遣した。
§13.4.3ὁ δʼ Ἡρακλείδης, ἄνθρωπος εὖ πεφυκὼς πρὸς τὸ κακόν, ἑρμαῖον ἡγησάμενος τὴν ἐπιταγήν, καὶ διανοηθεὶς ἅττα δήποτʼ οὖν παρʼ αὑτῷ, μετά τινα χρόνον ὥρμησε καὶ παρῆν καταπλέων εἰς τὴν Ῥόδον.
一方ヘラクレイデスは、悪事に対して生まれつき優れた素質を持つ男であり、この命令を棚ぼたと考え、心の中で何らかの計略を巡らせたのち、しばらくして出発し、ロドスに船で入港した。
§13.4.4συνέβαινε δὲ τὸν Ἡρακλείδην τοῦτον τὸ μὲν γένος ἀνέκαθεν εἶναι Ταραντῖνον, πεφυκέναι δʼ ἐκ βαναύσων καὶ χειροτεχνῶν ἀνθρώπων, μεγάλα δʼ ἐσχηκέναι προτερήματα πρὸς ἀπόνοιαν καὶ ῥᾳδιουργίαν·
ところで、このヘラクレイデスは、家系を遡ればタラスの出身であり、卑俗な職人や手工業者の生まれであったが、向こう見ずな行いや悪事に手を染めるための大いなる資質を備えていた。
§13.4.5πρῶτον μὲν γὰρ ἀναφανδὸν τῷ σώματι παρεκέχρητο κατὰ τὴν πρώτην ἡλικίαν, εἶτʼ ἀγχίνους ὑπῆρχε καὶ μνήμων, καὶ πρὸς μὲν τοὺς ταπεινοτέρους καταπληκτικώτατος καὶ τολμηρότατος, πρὸς δὲ τοὺς ὑπερέχοντας κολακικώτατος.
というのも、第一に彼は若い頃、公然と身体を切り売りしており、第二に頭の回転が速く記憶力がよく、身分の低い人々に対してはきわめて威圧的で大胆不敵、身分の高い人々に対してはきわめてへつらう者であったからである。
§13.4.6οὗτος ἀρχῆθεν μὲν ἐκ τῆς πατρίδος ἐξέπεσε δόξας τὸν Τάραντα πράττειν Ῥωμαίοις, οὐ πολιτικὴν ἔχων δύναμιν, ἀλλʼ ἀρχιτέκτων ὑπάρχων καὶ διά τινας ἐπισκευὰς τῶν τειχῶν κύριος γενόμενος τῶν κλειδῶν τῆς πύλης τῆς ἐπὶ τὸ μεσόγαιον φερούσης·
彼はもともと、ローマ人のためにタラスを裏切ろうと画策していると見なされて祖国を追放された。 彼は政治的な権力を持っていたわけではなく、建築技師であり、城壁のいくつかの補修作業のために、内陸へと通じる門の鍵を握る立場にあったのである。
§13.4.7καταφυγὼν δὲ πρὸς Ῥωμαίους, καὶ πάλιν ἐκεῖθεν γράφων καὶ διαπεμπόμενος εἰς τὸν Τάραντα καὶ πρὸς Ἀννίβαν, ἐπεὶ καταφανὴς ἐγένετο, προαισθόμενος τὸ μέλλον αὖθις ἔφυγε πρὸς τὸν Φίλιππον.
そしてローマ人のもとに逃れ、さらにそこからタラスやハンニバルのもとへと手紙を書いて送っていたが、それが露見すると、今後の事態を察知して再び逃亡し、フィリッポスのもとへと身を寄せた。
§13.4.8παρʼ ᾧ τοιαύτην περιεποιήσατο πίστιν καὶ δύναμιν ὥστε τοῦ καταστραφῆναι τὴν τηλικαύτην βασιλείαν σχεδὸν αἰτιώτατος γεγονέναι. —
そこで彼は、これほどまでに強大な王国が破滅するにいたったほぼ最大の原因となるほどの、厚い信頼と権力を手に入れたのである。