Humanitext Reader

波利比奥斯 · 历史 §13.4.1-13.4.8

腓力针对罗得斯的阴谋与赫拉克莱德斯被重用

第 789 段,共 1311 段 · 希腊语

内容简介

腓力命令赫拉克莱德斯摧毁罗得斯舰队并煽动克里特。背景复杂的赫拉克莱德斯博得国王信任,最终导致了王国的覆灭。

§13.4.1ὁ δὲ Φίλιππος Ἡρακλείδῃ μέν, καθάπερ ὑπόθεσιν δούς, ἐπέταξε φροντίζειν πῶς ἂν κακοποιήσαι καὶ διαφθείραι τὰς τῶν Ῥοδίων νῆας, §13.4.2εἰς δὲ τὴν Κρήτην πρεσβευτὰς ἐξαπέστειλε τοὺς ἐρεθιοῦντας καὶ παρορμήσοντας ἐπὶ τὸν κατὰ τῶν Ῥοδίων πόλεμον.
腓力向赫拉克莱德斯下达指令,仿佛是在交托一项基本方针,命令他思索如何才能损害并摧毁罗得斯人的船只;同时,他向克里特派遣了使节,意在煽动和驱使他们对罗得斯人发动战争。
§13.4.3ὁ δʼ Ἡρακλείδης, ἄνθρωπος εὖ πεφυκὼς πρὸς τὸ κακόν, ἑρμαῖον ἡγησάμενος τὴν ἐπιταγήν, καὶ διανοηθεὶς ἅττα δήποτʼ οὖν παρʼ αὑτῷ, μετά τινα χρόνον ὥρμησε καὶ παρῆν καταπλέων εἰς τὴν Ῥόδον.
而赫拉克莱德斯这个天生适合干坏事的家伙,将这一命令视为天赐良机,在心中盘算了一番之后,过了一段时间便出发了,乘船抵达了罗得斯。
§13.4.4συνέβαινε δὲ τὸν Ἡρακλείδην τοῦτον τὸ μὲν γένος ἀνέκαθεν εἶναι Ταραντῖνον, πεφυκέναι δʼ ἐκ βαναύσων καὶ χειροτεχνῶν ἀνθρώπων, μεγάλα δʼ ἐσχηκέναι προτερήματα πρὸς ἀπόνοιαν καὶ ῥᾳδιουργίαν·
说起这个赫拉克莱德斯,他世系上原是塔兰托人,出身于卑微的工匠和手工业者家庭,却在鲁莽行事和作恶方面具有极大的天赋。
§13.4.5πρῶτον μὲν γὰρ ἀναφανδὸν τῷ σώματι παρεκέχρητο κατὰ τὴν πρώτην ἡλικίαν, εἶτʼ ἀγχίνους ὑπῆρχε καὶ μνήμων, καὶ πρὸς μὲν τοὺς ταπεινοτέρους καταπληκτικώτατος καὶ τολμηρότατος, πρὸς δὲ τοὺς ὑπερέχοντας κολακικώτατος.
因为首先,他在年轻时曾公开出卖肉体;其次,他心思敏捷、记忆力强,对待地位比他低下的人极其专横和胆大妄为,对待地位比他高的人则极其谄媚奉承。
§13.4.6οὗτος ἀρχῆθεν μὲν ἐκ τῆς πατρίδος ἐξέπεσε δόξας τὸν Τάραντα πράττειν Ῥωμαίοις, οὐ πολιτικὴν ἔχων δύναμιν, ἀλλʼ ἀρχιτέκτων ὑπάρχων καὶ διά τινας ἐπισκευὰς τῶν τειχῶν κύριος γενόμενος τῶν κλειδῶν τῆς πύλης τῆς ἐπὶ τὸ μεσόγαιον φερούσης·
他最初被逐出祖国,是因为被认为企图为罗马人的利益而通敌背叛塔兰托。 他并没有政治权力,而是一名建筑师,因为负责城墙的某些修缮工作,从而掌握了通往内陆的大门的钥匙。
§13.4.7καταφυγὼν δὲ πρὸς Ῥωμαίους, καὶ πάλιν ἐκεῖθεν γράφων καὶ διαπεμπόμενος εἰς τὸν Τάραντα καὶ πρὸς Ἀννίβαν, ἐπεὶ καταφανὴς ἐγένετο, προαισθόμενος τὸ μέλλον αὖθις ἔφυγε πρὸς τὸν Φίλιππον.
他逃到罗马人那里后,又从那里写信并派遣使者往来于塔兰托和汉尼拔之间,当事情败露后,他预感到后果,便再次逃往腓力处。
§13.4.8παρʼ ᾧ τοιαύτην περιεποιήσατο πίστιν καὶ δύναμιν ὥστε τοῦ καταστραφῆναι τὴν τηλικαύτην βασιλείαν σχεδὸν αἰτιώτατος γεγονέναι. —
在腓力那里,他获得了如此深厚的信任和庞大的权力,以至于几乎成为了导致这样一个庞大王国走向覆灭的首要祸首。

词汇与语法注释

  1. §13.4.1καθάπερ ὑπόθεσιν δούς — 此处 ὑπόθεσις 意为“任务”或戏剧中的“情节/大纲”,比喻性地表明腓力已经为赫拉克莱德斯的行动预先设定了具体的目标和基本框架。
  2. §13.4.4συνέβαινε δὲ τὸν Ἡρακλείδην — 宾格 τὸν Ἡρακλείδην 与后续的一系列不定式(εἶναι, πεφυκέναι, ἐσχηκέναι)构成宾格加不定式结构(A.C.I.),作为无人称动词 συνέβαινε 的主语,用于引出介绍赫拉克莱德斯背景的客观事实。
  3. §13.4.6δόξας τὸν Τάραντα πράττειν Ῥωμαίοις — πράττειν Ῥωμαίοις 意为“为了罗马人的利益而(暗中)策划”。此处的 πράττω 结合利益与格 Ῥωμαίοις,指的是他涉嫌(δόξας)暗中勾结并出卖祖国塔兰托给罗马人。
  4. §13.4.8τοῦ καταστραφῆναι τὴν τηλικαύτην βασιλείαν — 属格被动不定式 τοῦ καταστραφῆναι 受最高级形容词 αἰτιώτατος(“最是……的原因”)支配。τὴν τηλικαύτην βασιλείαν 是该不定式的逻辑主语(宾格),表示“导致如此庞大的王国覆灭(的原因)”。

引用这一段

波利比奥斯, 历史 §13.4.1-13.4.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:13.4.1-13.4.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。