§12.6b.1νειν ἤπερ ἀπελεύθεροι.
…現れることを、解放奴隷として現れるよりは望むのである。
τοῦτο δὲ μάλιστα περὶ τοὺς Λοκροὺς εἰκός ἐστι γεγονέναι·
これこそがまさに、ロクリス人たちにおいて起こったと考えるのがもっともらしい。
πολὺ γὰρ ἐκτοπίσαντες ἐκ τῶν συνειδότων καὶ προσλαβόντες συνεργὸν τὸν χρόνον, οὐχ οὕτως ἄφρονες ἦσαν ὥστε ταῦτʼ ἐπιτηδεύειν, διʼ ὧν ἔμελλον ἀνανέωσιν ποιεῖσθαι τῶν ἰδίων ἐλαττωμάτων, ἀλλὰ μὴ τοὐναντίον διʼ ὧν ἐπικαλύψειν ταῦτα.
なぜなら、彼らは自らの不名誉な出自を人々の記憶から遠ざけ、歳月を味方につけたことで、自分たちの欠点を甦らせることになるような事柄を追求するほど愚かではなく、むしろ逆にそれを覆い隠すことになる事柄を追求したからである。
§12.6b.2διὸ καὶ τὴν ὀνομασίαν τῇ πόλει τὴν ἀπὸ τῶν γυναικῶν εἰκότως ἐπέθεσαν καὶ τὴν οἰκειότητα τὴν κατὰ τὰς γυναῖκας προσεποιήθησαν, ἔτι δὲ τὰς φιλίας καὶ τὰς συμμαχίας τὰς προγονικὰς τὰς ἀπὸ τῶν γυναικῶν ἀνενεοῦντο.
それゆえ彼らは、当然のことながら、女たちに由来する名前を都市に与え、女たちの側の血縁関係を自分たちのものであると主張し、さらに女たちの側の祖先以来の友好関係や同盟関係を甦らせたのである。
§12.6b.3ᾗ καὶ τὸ τοὺς Ἀθηναίους πορθῆσαι τὴν χώραν αὐτῶν οὐδέν ἐστι σημεῖον ψευδῆ λέγειν τὸν Ἀριστοτέλην·
この点において、アテナイ人が彼らの領土を略奪したことは、アリストテレスが偽りを言っているという証拠には全くなっていない。
§12.6b.4εὐλόγου γὰρ ὄντος ἐκ τῶν προειρημένων, εἰ καὶ δεκάκις ἦσαν οἰκέται, τοῦ προσπεποιῆσθαι τὴν τῶν Λακεδαιμονίων φιλίαν τοὺς ἐξάραντας ἐκ τῶν Λοκρῶν καὶ κατασχόντας εἰς τὴν Ἰταλίαν, εὔλογος γίνεται καὶ [ἡ] τῶν Ἀθηναίων ἀλλοτριότης ἡ πρὸς πάντας τοὺς προειρημένους, οὐχ οὕτως ἐξεταζόντων τὸ γένος ὡς τὴν προαίρεσιν.
というのも、前述のことから、ロクリスから出発してイタリアに上陸した人々が、たとえ十回奴隷であったとしても、ラケダイモン人との友好関係を主張したことが妥当である以上、アテナイ人が前述のすべての人々に対して敵意を抱いたこともまた妥当となるからである。 アテナイ人は彼らの出自を重んじたのではなく、その態度を吟味したからである。
§12.6b.5νὴ Δίʼ ἀλλὰ πῶς αὐτοὶ μὲν ἐξαπέστελλον οἱ Λακεδαιμόνιοι τοὺς ἀκμάζοντας εἰς τὴν πατρίδα τεκνοποιίας χάριν, τοὺς δὲ Λοκροὺς τὸ παραπλήσιον οὐκ εἴων ποιεῖν;
だが、誓って言うが、ラケダイモン人自身は子作りのために若者たちを本国に送り返したのに、ロクリス人には同様のことをさせなかったのはなぜか。
ἕκαστα δὲ τούτων οὐ μόνον κατὰ τὸ πιθανόν, §12.6b.6ἀλλὰ καὶ κατὰ τὴν ἀλήθειαν μεγάλην ἔχει διαφοράν.
しかし、これらの各々は単に蓋然性においてだけでなく、真実においても大きな違いがある。
§12.6b.7οὔτε γὰρ κωλύειν τοὺς Λοκροὺς ἔμελλον, αὐτοὶ τὸ ὅμοιον ποιοῦντες — ἄτοπον γάρ — οὐδὲ μὴν κελευόντων αὐτῶν οἱ Λοκροὶ πάντως ποιήσειν ἐκείνοις τὸ παραπλήσιον.
というのも、彼ら自身が同様のことを行っている以上、ロクリス人を妨げるはずはなかったし(なぜなら不条理だからである)、また、彼らが命じたからといって、ロクリス人がどうしても彼らと同様のことをするはずもなかったからである。
§12.6b.8παρὰ μὲν γὰρ τοῖς Λακεδαιμονίοις καὶ πάτριον ἦν καὶ σύνηθες τρεῖς ἄνδρας ἔχειν τὴν γυναῖκα καὶ τέτταρας, τοτὲ δὲ καὶ πλείους ἀδελφοὺς ὄντας, καὶ τὰ τέκνα τούτων εἶναι κοινά, καὶ γεννήσαντα παῖδας ἱκανοὺς ἐκδόσθαι γυναῖκά τινι τῶν φίλων καλὸν καὶ σύνηθες.
実際、ラケダイモン人の間では、一人の女が三人あるいは四人の夫、時にはそれ以上の夫(しかも彼らは兄弟である)を持つこと、またそれらの子供たちを共有することは、先祖伝来の習慣であり、また、十分な数の子供をもうけた後に、妻を友人の一人に与えることは、美徳であり習慣であった。
§12.6b.9διόπερ οἱ Λοκροὶ μήτε ταῖς ἀραῖς ὄντες ἔνοχοι μήτε τοῖς ὅρκοις, οἷς ὤμοσαν οἱ Λακεδαιμόνιοι μὴ πρότερον εἰς τὴν οἰκείαν ἐπανήξειν πρὶν ἢ τὴν Μεσσήνην κατὰ κράτος ἑλεῖν, τῆς μὲν κατὰ τὸ κοινὸν ἐξαποστολῆς εὐλόγως οὐ μετέσχον,
それゆえロクリス人は、ラケダイモン人がメッセネを力づくで攻略するまでは自国に戻らないと誓った呪いや誓約に縛られていなかったので、当然のことながら、共同の若者たちの送り返しには加わらなかった。
§12.6b.10κατὰ δὲ μέρος τὰς ἐπανόδους ποιούμενοι καὶ σπανίως ἔδοσαν ἀναστροφὴν ταῖς γυναιξὶ πρὸς οἰκέτας γενέσθαι συνηθεστέραν ἢ πρὸς τοὺς ἐξ ἀρχῆς ἄνδρας, ταῖς δὲ παρθένοις καὶ μᾶλλον· ὃ καὶ τῆς ἐξαναστάσεως αἴτιον γέγονεν.
しかし、個々に、かつ稀に帰国することによって、彼らは妻たちが元の夫たちよりも奴隷たちと親しく交わる機会を、そして乙女たちにとってはなおさらその機会を与えてしまい、これこそが彼らの移住の原因となったのである。
—
—