§12.6b.1νειν ἤπερ ἀπελεύθεροι.
……现,而非作为获释奴隶。
τοῦτο δὲ μάλιστα περὶ τοὺς Λοκροὺς εἰκός ἐστι γεγονέναι· πολὺ γὰρ ἐκτοπίσαντες ἐκ τῶν συνειδότων καὶ προσλαβόντες συνεργὸν τὸν χρόνον, οὐχ οὕτως ἄφρονες ἦσαν ὥστε ταῦτʼ ἐπιτηδεύειν, διʼ ὧν ἔμελλον ἀνανέωσιν ποιεῖσθαι τῶν ἰδίων ἐλαττωμάτων, ἀλλὰ μὴ τοὐναντίον διʼ ὧν ἐπικαλύψειν ταῦτα.
这在洛克里人身上最有可能发生:因为他们将自己的底细远远地隔绝于人们的记忆之外,并以时间为助手,所以绝不至于愚蠢到去追求那些会让他们重新唤起自身缺陷的事,反而相反,去追求那些能将缺陷遮掩起来的事。
§12.6b.2διὸ καὶ τὴν ὀνομασίαν τῇ πόλει τὴν ἀπὸ τῶν γυναικῶν εἰκότως ἐπέθεσαν καὶ τὴν οἰκειότητα τὴν κατὰ τὰς γυναῖκας προσεποιήθησαν, ἔτι δὲ τὰς φιλίας καὶ τὰς συμμαχίας τὰς προγονικὰς τὰς ἀπὸ τῶν γυναικῶν ἀνενεοῦντο.
因此,他们理所当然地用妇女的名字来命名他们的城市,攀附女方的亲属关系,并且进一步恢复了源于女方的祖辈友好与同盟关系。
§12.6b.3ᾗ καὶ τὸ τοὺς Ἀθηναίους πορθῆσαι τὴν χώραν αὐτῶν οὐδέν ἐστι σημεῖον ψευδῆ λέγειν τὸν Ἀριστοτέλην·
在这方面,雅典人蹂躏他们的领土这一事实,绝不能证明亚里士多德在说谎。
§12.6b.4εὐλόγου γὰρ ὄντος ἐκ τῶν προειρημένων, εἰ καὶ δεκάκις ἦσαν οἰκέται, τοῦ προσπεποιῆσθαι τὴν τῶν Λακεδαιμονίων φιλίαν τοὺς ἐξάραντας ἐκ τῶν Λοκρῶν καὶ κατασχόντας εἰς τὴν Ἰταλίαν, εὔλογος γίνεται καὶ [ἡ] τῶν Ἀθηναίων ἀλλοτριότης ἡ πρὸς πάντας τοὺς προειρημένους, οὐχ οὕτως ἐξεταζόντων τὸ γένος ὡς τὴν προαίρεσιν.
因为根据前述,即使他们曾当过十次奴隶,那些离开洛克里并在意大利定居的人去攀附与拉凯代蒙人的友好关系,也是合乎情理的;因此,雅典人对上述所有人的敌意也就变得合乎情理了,因为雅典人关心的不是他们的出身,而是他们的立场。
§12.6b.5νὴ Δίʼ ἀλλὰ πῶς αὐτοὶ μὲν ἐξαπέστελλον οἱ Λακεδαιμόνιοι τοὺς ἀκμάζοντας εἰς τὴν πατρίδα τεκνοποιίας χάριν, τοὺς δὲ Λοκροὺς τὸ παραπλήσιον οὐκ εἴων ποιεῖν;
但是,凭宙斯起誓,为什么拉凯代蒙人自己为了繁衍后代而把年轻人送回祖国,却不允许洛克里人做同样的事呢?
ἕκαστα δὲ τούτων οὐ μόνον κατὰ τὸ πιθανόν, §12.6b.6ἀλλὰ καὶ κατὰ τὴν ἀλήθειαν μεγάλην ἔχει διαφοράν.
然而,这些事情中的每一件,不仅在可能性上,而且在事实上,都有着巨大的差异。
§12.6b.7οὔτε γὰρ κωλύειν τοὺς Λοκροὺς ἔμελλον, αὐτοὶ τὸ ὅμοιον ποιοῦντες — ἄτοπον γάρ — οὐδὲ μὴν κελευόντων αὐτῶν οἱ Λοκροὶ πάντως ποιήσειν ἐκείνοις τὸ παραπλήσιον.
因为拉凯代蒙人既然自己也在做同样的事,就不可能去阻止洛克里人——因为那是荒谬的——而且,即使他们命令,洛克里人也决不会完全照他们那样去做。
§12.6b.8παρὰ μὲν γὰρ τοῖς Λακεδαιμονίοις καὶ πάτριον ἦν καὶ σύνηθες τρεῖς ἄνδρας ἔχειν τὴν γυναῖκα καὶ τέτταρας, τοτὲ δὲ καὶ πλείους ἀδελφοὺς ὄντας, καὶ τὰ τέκνα τούτων εἶναι κοινά, καὶ γεννήσαντα παῖδας ἱκανοὺς ἐκδόσθαι γυναῖκά τινι τῶν φίλων καλὸν καὶ σύνηθες.
因为在拉凯代蒙人中,三四个男子(有时甚至是更多且互为兄弟的人)共同拥有一个妻子,并且他们的子女共有,这既是祖制也是习俗;而在生育了足够的子女后,将妻子送给朋友中的某人也是一件高尚且习以为常的事。
§12.6b.9διόπερ οἱ Λοκροὶ μήτε ταῖς ἀραῖς ὄντες ἔνοχοι μήτε τοῖς ὅρκοις, οἷς ὤμοσαν οἱ Λακεδαιμόνιοι μὴ πρότερον εἰς τὴν οἰκείαν ἐπανήξειν πρὶν ἢ τὴν Μεσσήνην κατὰ κράτος ἑλεῖν, τῆς μὲν κατὰ τὸ κοινὸν ἐξαποστολῆς εὐλόγως οὐ μετέσχον, §12.6b.10κατὰ δὲ μέρος τὰς ἐπανόδους ποιούμενοι καὶ σπανίως ἔδοσαν ἀναστροφὴν ταῖς γυναιξὶ πρὸς οἰκέτας γενέσθαι συνηθεστέραν ἢ πρὸς τοὺς ἐξ ἀρχῆς ἄνδρας, ταῖς δὲ παρθένοις καὶ μᾶλλον· ὃ καὶ τῆς ἐξαναστάσεως αἴτιον γέγονεν.
因此,洛克里人既不受诅咒的约束,也不受誓言的限制(拉凯代蒙人曾宣誓在用武力攻占美塞尼亚之前决不返回家园),他们理所当然地没有参与那次集体的遣返,然而,由于他们只是零散且稀少地返回,便给妇女们提供了机会,使她们与奴隶的来往比与原配丈夫更为亲密,对处女们来说更是如此;而这正是导致他们迁徙的原因。
—
—