§12.4.1πλεῖον μέρος κατὰ γῆς.
大部分が地中に生息している。
δοκεῖ γε μὴν πάντʼ εἶναι τὰ ζῷα κατὰ τὴν νῆσον ἄγρια διὰ τοιαύτην αἰτίαν.
しかしながら、この島の動物はすべて野生であるように思われるが、それは次のような理由による。
§12.4.2οὐ δύνανται κατὰ τὰς νομὰς συνακολουθεῖν οἱ ποιμαίνοντες τοῖς θρέμμασι διὰ τὸ σύνδενδρον καὶ κρημνώδη καὶ τραχεῖαν εἶναι τὴν νῆσον·
牧人たちは、島が木々が鬱蒼とし、崖が多く、険しいために、牧草地で家畜についていくことができない。
ἀλλʼ ὅταν βούλωνται συναθροῖσαι, κατὰ τοὺς εὐκαίρους τόπους ἐφιστάμενοι τῇ σάλπιγγι συγκαλοῦσι τὰ ζῷα, καὶ πάντα πρὸς τὴν ἰδίαν ἀδιαπτώτως συντρέχει σάλπιγγα.
しかし彼らが集めたいと思うときには、適当な場所に立ってラッパによって動物たちを呼び集め、すべては自分自身のラッパに向かって間違いなく駆け寄るのである。
§12.4.3λοιπὸν ὅταν τινὲς προσπλεύσαντες πρὸς τὴν νῆσον αἶγας ἢ βοῦς θεάσωνται νεμομένας ἐρήμους, κἄπειτα βουληθῶσι καταλαβεῖν, οὐ προσίεται τὰ ζῷα διὰ τὴν ἀσυνήθειαν, ἀλλὰ φεύγει.
したがって、誰かがその島に船で乗り付け、山羊や牛が誰もいずに放牧されているのを目にし、それからそれらを捕らえたいと思ったとき、動物たちは慣れていないために近づけさせず、逃げてしまうのである。
§12.4.4ὅταν δὲ καὶ συνιδὼν ὁ ποιμὴν τοὺς ἀποβαίνοντας σαλπίσῃ, προτροπάδην ἅμα φέρεται καὶ συντρέχει πρὸς τὴν σάλπιγγα.
しかし、牧人が上陸してくる人々を見つけてラッパを吹くと、一斉に勢いよく移動し、ラッパに向かって駆け集まる。
διὸ φαντασίαν ἀγρίων ποιεῖ·
それゆえ、野生であるかのような印象を与えるのである。
ὑπὲρ ὧν Τίμαιος κακῶς καὶ παρέργως ἱστορήσας ἐσχεδίασε.
これらについて、ティマイオスは下手にかつおざなりに記録し、いい加減なことを述べたのである。
§12.4.5τὸ δὲ τῇ σάλπιγγι πειθαρχεῖν οὐκ ἔστι θαυμάσιον·
ラッパに従うということは、驚くべきことではない。
καὶ γὰρ κατὰ τὴν Ἰταλίαν οἱ τὰς ὗς τρέφοντες οὕτω χειρίζουσι τὰ κατὰ τὰς νομάς.
実際、イタリアでも豚を飼育する人々は、牧草地でのことをそのように管理している。
§12.4.6οὐ γὰρ ἕπονται κατὰ πόδας οἱ συοφορβοὶ τοῖς θρέμμασιν, ὥσπερ παρὰ τοῖς Ἕλλησιν, ἀλλὰ προηγοῦνται φωνοῦντες τῇ βυκάνῃ κατὰ διάστημα, τὰ δὲ θρέμματα κατόπιν ἀκολουθεῖ καὶ συντρέχει πρὸς τὴν φωνήν,
なぜなら、豚飼いたちは、ギリシア人の場合のように家畜のすぐ後ろをついていくのではなく、間隔を置いて角笛で音を出しながら先導し、家畜は後ろから従って、その音に向かって駆け集まるからである。
§12.4.7καὶ τηλικαύτη γίνεται συνήθεια τοῖς ζῴοις πρὸς τὴν ἰδίαν βυκάνην ὥστε θαυμάζειν καὶ δυσπαραδέκτως ἔχειν τοὺς πρώτους ἀκούσαντας.
そして、動物たちにとって自分自身の角笛に対するそのような習慣が生じるため、初めてそれを聞く人々は驚嘆し、信じがたく思うほどである。
§12.4.8διὰ γὰρ τὴν πολυχειρίαν καὶ τὴν λοιπὴν χορηγίαν μεγάλα συμβαίνει τὰ συβόσια κατὰ τὴν Ἰταλίαν ὑπάρχειν, καὶ μάλιστα [τὴν παλαίαν], παρά τε τοῖς Τυρρηνικοῖς καὶ Γαλάταις, ὥστε τὴν μίαν τοκάδα χιλίους ἐκτρέφειν ὗς, ποτὲ δὲ καὶ πλείους.
なぜなら、人手の多さとその他の資力のゆえに、イタリアでは豚の群れが非常に大きくなるからであり、特に、テュレーニア人とガラティア人の間では、1頭の繁殖母豚が1000頭、時にはそれ以上の豚を育てるほどである。
§12.4.9διὸ καὶ κατὰ γένη ποιοῦνται καὶ καθʼ ἡλικίαν τὰς ἐκ τῶν νυκτερευμάτων ἐξαγωγάς.
それゆえ彼らは、夜を過ごす囲いからの連れ出しを、血統ごと、また年齢ごとに行う。
§12.4.10ὅθεν εἰς τὸν αὐτὸν τόπον προαγομένων καὶ πλειόνων συστημάτων οὐ δύνανται ταῦτα κατὰ γένη τηρεῖν, ἀλλά γε συμπίπτει κατά τε τὰς ἐξελασίας καὶ νομὰς ἀλλήλοις, ὁμοίως δὲ κατὰ τὰς προσαγωγάς.
それゆえ、複数の群れが同じ場所に連れ出されると、これらを血統ごとに保つことができず、追い出しの際や放牧の際、同様に連れ戻しの際にも、互いに入り混じってしまう。
§12.4.11ἐξ ὧν αὐτοῖς ἐπινενόηται πρὸς τὸ διακρίνειν, ὅταν συμπέσῃ, χωρὶς κόπου καὶ πραγματείας τὸ κατὰ βυκάνην.
このことから、混じり合ったときに、労苦や面倒なしに区別するために、角笛による方法が彼らによって考案されたのである。
§12.4.12ἐπειδὰν γὰρ τῶν νεμόντων ὁ μὲν ἐπὶ τοῦτο τὸ μέρος προάγῃ φωνῶν, ὁ δʼ ἐφʼ ἕτερον ἀποκλίνας, αὐτὰ διʼ αὑτῶν χωρίζεται τὰ θρέμματα καὶ κατακολουθεῖ ταῖς ἰδίαις βυκάναις μετὰ τοιαύτης προθυμίας ὥστε μὴ δυνατὸν εἶναι βιάσασθαι μηδὲ κωλῦσαι μηδενὶ τρόπῳ τὴν ὁρμὴν αὐτῶν.
なぜなら、牧人たちの一人が音を出しながらこちら側の方向へと進み、他方が別の方向へと進路を転じると、家畜たちは自ずから分かれ、自分自身の角笛の音に、いかなる方法でもその突進を制止したり妨げたりすることができないほどの熱心さで従うからである。
§12.4.13παρὰ δὲ τοῖς Ἕλλησι κατὰ τοὺς δρυμούς, ἐπειδὰν ἀλλήλοις συμπέσῃ διώκοντα τὸν καρπόν, ὁ πλείονας ἔχων χεῖρας καὶ κατευκαιρήσας περιλαβὼν τοῖς ἰδίοις θρέμμασιν ἀπάγει τὰ τοῦ πλησίον.
これに対してギリシア人の間では、森の中で、実を求めて互いに混じり合うと、より多くの人手を持ち、機を捉えた者が、自分の家畜とともに隣人のものを囲い込んで連れ去ってしまう。
§12.4.14ποτὲ δὲ κλέπτης ὑποκαθίσας ἀπήλασεν, οὐδʼ ἐπιγινώσκοντος τοῦ περιάγοντος πῶς ἀπέβαλε, διὰ τὸ μακρὰν ἀποσπᾶσθαι τὰ κτήνη τῶν περιαγόντων, ἁμιλλώμενα περὶ τὸν καρπόν, ὅταν ἀκμὴν ἄρχηται ῥεῖν.
あるいは、泥棒が待ち伏せて追っていってしまい、連れ歩いている者は自分がどのようにして失ったのかさえ気づかない。
πλὴν ταῦτα μὲν ἐπὶ τοσοῦτον.
それは、実がちょうど落ち始める時に、実をめぐって競い合いながら、家畜たちが連れ歩く者たちから遠く離れてしまうからである。 しかし、これらのことについてはこれくらいにしよう。