Humanitext Reader

ポリュビオス · 歴史 §12.3.1-12.3.10

リビアとコルシカ島に関するティマイオスの誤謬批判

735 / 1311 箇所 · ギリシア語

要旨

ポリビオスはリビアの土地の豊かさと動物の多様性を挙げ、リビアを不毛とみなした歴史家ティマイオスの無知を批判する。さらに、コルシカ島(キュルノス)の生態系に関するティマイオスの誤った記述を正し、そこに生息する「クニクロス」という動物の特徴に言及し始める。

§12.3.1τὴν μὲν τῆς χώρας ἀρετὴν πᾶς ἄν τις θαυμάσειε, §12.3.2τὸν δὲ Τίμαιον εἴποι τις ἂν οὐ μόνον ἀνιστόρητον γεγονέναι περὶ τῶν κατὰ τὴν Λιβύην, ἀλλὰ καὶ παιδαριώδη καὶ τελέως ἀσυλλόγιστον καὶ ταῖς ἀρχαίαις φήμαις ἀκμὴν ἐνδεδεμένον, ἃς παρειλήφαμεν, ὡς ἀμμώδους πάσης καὶ ξηρᾶς καὶ ἀκάρπου καθυπαρχούσης τῆς Λιβύης.
\nこの地の豊かさには誰もが感嘆するだろうが、\n\nティマイオスについては、リビアの事情について無知であるだけでなく、子供じみており、完全に不条理で、我々が受け継いできた「リビアはすべて砂に覆われ、乾燥し、不毛な土地として存在している」という古い噂に未だに縛られていると、誰もが言うであろう。
§12.3.3ὁ δʼ αὐτὸς λόγος καὶ περὶ τῶν ζῴων.
\n\n同じことは、動物についても言える。
τό τε γὰρ τῶν ἵππων καὶ τῶν βοῶν καὶ προβάτων, ἅμα δὲ τούτοις αἰγῶν πλῆθος τοσοῦτόν ἐστι κατὰ τὴν χώραν ὅσον οὐκ οἶδʼ εἰ δύναιτʼ ἂν εὑρεθῆναι κατὰ τὴν λοιπὴν οἰκουμένην,
なぜなら、馬、牛、羊、そしてこれらとともに山羊の群れがこの地には非常に多く存在しており、世界の他の地域でそれほど多くが見出されうるか私にはわからないほどだからである。
§12.3.4διὰ τὸ πολλὰ τῶν κατὰ Λιβύην ἐθνῶν τοῖς μὲν ἡμέροις μὴ χρῆσθαι καρποῖς, ἀπὸ δὲ τῶν θρεμμάτων καὶ σὺν τοῖς θρέμμασιν ἔχειν τὸν βίον.
\n\nそれは、リビアの多くの民族が栽培された作物を役立てず、家畜から、また家畜とともに生計を立てているからである。
§12.3.5καὶ μὴν τὸ τῶν ἐλεφάντων καὶ λεόντων καὶ παρδάλεων πλῆθος καὶ τὴν ἀλκήν, ἔτι δὲ βουβάλων κάλλος καὶ στρουθῶν μεγέθη, τίς οὐχ ἱστόρησεν;
\n\nさらに、ゾウ、ライオン、ヒョウの多さとその強さ、さらには野生の牛の美しさやダチョウの大きさについて、誰が記述しなかっただろうか。
ὧν κατὰ μὲν τὴν Εὐρώπην τὸ παράπαν οὐδέν ἐστιν, ἡ δὲ Λιβύη πλήρης ἐστὶ τῶν προειρημένων.
これらはヨーロッパには全く存在しないが、リビアはこれら前述の動物で満ちている。
§12.3.6περὶ ὧν οὐδὲν ἱστορήσας Τίμαιος ὥσπερ ἐπίτηδες τἀναντία τοῖς κατʼ ἀλήθειαν ὑπάρχουσιν ἐξηγεῖται.
\n\nこれらについて何も記述せず、ティマイオスはまるで意図的であるかのように、事実とは正反対のことを説明している。
§12.3.7καθάπερ δὲ καὶ περὶ τῶν κατὰ Λιβύην ἀπεσχεδίακεν, οὕτως καὶ περὶ τῶν κατὰ τὴν νῆσον τὴν προσαγορευομένην Κύρνον.
\n\nそして、リビアの事情について彼がいい加減に述べたのと同様に、キュルノスと呼ばれる島についての記述も同様である。
§12.3.8καὶ γὰρ ὑπὲρ ἐκείνης μνημονεύων ἐν τῇ δευτέρᾳ βύβλῳ φησὶν αἶγας ἀγρίας καὶ πρόβατα καὶ βοῦς ἀγρίους ὑπάρχειν ἐν αὐτῇ πολλούς, ἔτι δʼ ἐλάφους καὶ λαγὼς καὶ λύκους καί τινα τῶν ἄλλων ζῴων, καὶ τοὺς ἀνθρώπους περὶ ταῦτα διατρίβειν κυνηγετοῦντας καὶ τὴν ὅλην τοῦ βίου διαγωγὴν ἐν τούτοις ἔχειν.
\n\n実際、彼は第二巻においてその島に言及し、そこには多くの野生の山羊、羊、野生の牛が存在し、さらには鹿、野ウサギ、狼、その他の動物も存在し、人間はこれらを狩ることに時間を費やし、生活の全般をこれらとともに送っていると主張している。
§12.3.9κατὰ δὲ τὴν προειρημένην νῆσον οὐχ οἷον αἲξ ἄγριος ἢ βοῦς, ἀλλʼ οὐδὲ λαγὼς οὐδὲ λύκος οὐδʼ ἔλαφος οὐδʼ ἄλλο τῶν τοιούτων ζῴων οὐδέν ἐστι, πλὴν ἀλωπέκων καὶ κυνίκλων καὶ προβάτων ἀγρίων.
\n\nしかし、前述の島には、野生の山羊や牛はおろか、野ウサギも狼も鹿も、その他そのような動物は一切存在せず、ただ狐、クニクロス(アナウサギ)、野生の羊が存在するのみである。
§12.3.10ὁ δὲ κύνικλος πόρρωθεν μὲν ὁρώμενος εἶναι δοκεῖ λαγὼς μικρός, ὅταν δʼ εἰς τὰς χεῖρας λάβῃ τις, μεγάλην ἔχει διαφορὰν καὶ κατὰ τὴν ἐπιφάνειαν καὶ κατὰ τὴν βρῶσιν·
\n\nクニクロスは、遠くから見ると小さな野ウサギのように見えるが、手に取ってみると、外見においても食用としての性質においても大きな違いがある。
γίνεται δὲ τὸ
そして[それは]…

語釈・文法注

  1. 12.3.2ὡς ἀμμώδους πάσης καὶ ξηρᾶς καὶ ἀκάρπου καθυπαρχούσης τῆς Λιβύης — 主観的理由または伝聞の内容を示す接続詞 ὡς を伴った属格独立構文(καθυπαρχούσης τῆς Λιβύης)。ここでは先行する「古い噂(ταῖς ἀρχαίαις φήμαις)」の内容を具体的に説明する役割を果たしている。
  2. 12.3.3ὅσον οὐκ οἶδʼ εἰ δύναιτʼ ἂν εὑρεθῆναι — 関係詞 ὅσον(〜と同じほど多くの)のなかに οὐκ οἶδʼ εἰ(〜かどうか私は知らない)が挿入され、さらに潜在希求法(δύναιτʼ ἄν)を伴うことで、「世界の他では見出されえないのではないかと思われるほど非常に多くの」という強い強調を表現している。
  3. 12.3.9οὐχ οἷον αἲξ ἄγριος ἢ βοῦς, ἀλλʼ οὐδὲ — 「〜はおろか、〜もない」を意味する相関的慣用表現。οὐχ οἷον(〜のようなものであるばかりか)が後続の否定表現 ἀλλʼ οὐδὲ(しかし〜さえもない)と呼応し、前者の存在を否定しつつ、さらに後者の不在を強調する。

この箇所を引用する

ポリュビオス, 歴史 §12.3.1-12.3.10. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:12.3.1-12.3.10

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。