§12.27.1δυεῖν γὰρ ὄντων κατὰ φύσιν ὡς ἂν εἴ τινων ὀργάνων ἡμῖν, οἷς πάντα πυνθανόμεθα καὶ πολυπραγμονοῦμεν [ἀκοῆς καὶ ὁράσεως], ἀληθινωτέρας δʼ οὔσης οὐ μικρῷ τῆς ὁράσεως κατὰ τὸν Ἡράκλειτον — ὀφθαλμοὶ γὰρ τῶν ὤτων ἀκριβέστεροι μάρτυρες — τούτων Τίμαιος τὴν ἡδίω μέν,
というのも、我々がすべてのことを聞き知り、探究するための自然の備えとして、あたかも何らかの道具であるかのような二つのもの、すなわち[聴覚と視覚]があるが、ヘラクレイトスに従えば、視覚の方がはるかに真実味があり――なぜなら、目は耳よりも確実な証人だからである――、ティマイオスはこれら(二つの手段)のうち、より心地よいが、より劣る方の道を選んで探究へと赴いたからである。
§12.27.2ἥττω δὲ τῶν ὁδῶν ὥρμησε πρὸς τὸ πολυπραγμονεῖν. §12.27.3τῶν μὲν γὰρ διὰ τῆς ὁράσεως εἰς τέλος ἀπέστη, τῶν δὲ διὰ τῆς ἀκοῆς ἀντεποιήσατο.
すなわち、彼は視覚による探究からは完全に退き、聴覚による探究に固執した。
καὶ ταύτης διμεροῦς οὔσης τινός, τοῦ μὲν διὰ τῶν ὑπομνημάτων τὸ δὲ περὶ τὰς ἀνακρίσεις ῥᾳθύμως ἀνεστράφη, καθάπερ ἐν τοῖς ἀνώτερον ἡμῖν δεδήλωται.
そして、この聴覚による探究も二つの部分に分かれており、一方は文献によるもの、他方は尋問によるものであるが、我々がすでに以前の箇所で明らかにしたように、後者については怠慢に振る舞った。
§12.27.4διʼ ἣν δʼ αἰτίαν ταύτην ἔσχε τὴν αἵρεσιν εὐχερὲς καταμαθεῖν·
彼がなぜこの選択をしたのかを理解するのは容易である。
ὅτι τὰ μὲν ἐκ τῶν βυβλίων δύναται πολυπραγμονεῖσθαι χωρὶς κινδύνου καὶ κακοπαθείας, ἐάν τις αὐτὸ τοῦτο προνοηθῇ μόνον ὥστε λαβεῖν ἢ πόλιν ἔχουσαν ὑπομνημάτων πλῆθος ἢ βυβλιοθήκην που γειτνιῶσαν.
なぜなら、書物に基づく事柄は、多くの文献を所有する都市か、近くに図書館がある場所を手に入れることさえあらかじめ手配しておきさえすれば、危険も苦労もなく探究できるからである。
§12.27.5λοιπὸν κατακείμενον ἐρευνᾶν δεῖ τὸ ζητούμενον καὶ συγκρίνειν τὰς τῶν προγεγονότων συγγραφέων ἀγνοίας ἄνευ πάσης κακοπαθείας.
あとは、ただ横たわったままで、求められている対象を調査し、先人の執筆者たちの誤りを比較検討すればよく、いかなる苦労も伴わない。
§12.27.6ἡ δὲ πολυπραγμοσύνη πολλῆς μὲν προσδεῖται ταλαιπωρίας καὶ δαπάνης, μέγα δέ τι συμβάλλεται καὶ μέγιστόν ἐστι μέρος τῆς ἱστορίας.
しかし、実地の探究は多くの労苦と費用を必要とするが、大いに貢献するものであり、歴史の最も重要な部分なのである。
§12.27.7δῆλον δὲ τοῦτʼ ἐστὶν ἐξ αὐτῶν τῶν τὰς συντάξεις πραγματευομένων.
このことは、歴史書を執筆した人々自身の言葉からも明らかである。
ὁ μὲν γὰρ Ἔφορός φησιν, εἰ δυνατὸν ἦν αὐτοὺς παρεῖναι πᾶσι τοῖς πράγμασι, ταύτην ἂν διαφέρειν πολὺ τῶν ἐμπειριῶν·
エポロスは、「もし自分たち自身がすべての出来事に立ち会うことが可能であったなら、この経験こそが他のいかなる経験よりもはるかに優れていただろう」と言っている。
§12.27.8ὁ δὲ Θεόπομπος τοῦτον μὲν ἄριστον ἐν τοῖς πολεμικοῖς τὸν πλείστοις κινδύνοις παρατετευχότα, τοῦτον δὲ δυνατώτατον ἐν λόγῳ τὸν πλείστων μετεσχηκότα πολιτικῶν ἀγώνων.
また、テオポンポスは、「最も多くの危険に立ち会った者こそが軍事において最も優れており、最も多くの政治的闘争に関わった者こそが言論において最も力がある」と言っている。
§12.27.9τὸν αὐτὸν δὲ τρόπον συμβαίνειν ἐπʼ ἰατρικῆς καὶ κυβερνητικῆς.
そして同じことが、医学や航海術についても当てはまると述べている。
§12.27.10ἔτι δὲ τούτων ἐμφαντικώτερον ὁ ποιητὴς εἴρηκε περὶ τούτου τοῦ μέρους.
さらに、詩人は、この部分について、これらよりもいっそう印象深く語っている。
ἐκεῖνος γὰρ βουλόμενος ὑποδεικνύειν ἡμῖν οἷον δεῖ τὸν ἄνδρα τὸν πραγματικὸν εἶναι, προθέμενος τὸ τοῦ Ὀδυσσέως πρόσωπον λέγει πως οὕτως·
彼は、実践的な人物がいかにあるべきかを我々に示そうとして、オデュッセウスの人物像を提示し、およそ次のように述べているからである。
ἄνδρα μοι ἔννεπε, Μοῦσα, πολύτροπον, ὃς μάλα
πολλὰ πλάγχθη, καὶ προβάς,
「ミューズよ、多くの地を巡り歩いたあの男のことを私に語っておくれ、彼は実に多く彷徨い、」そしてさらに、「多くの人々の都市を見て、その心を知り、海の上で自らの心の中に多くの苦しみを受けた。
§12.27.11πολλῶν δʼ ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω,
πολλὰ δʼ ὅγʼ ἐν πόντῳ πάθεν ἄλγεα ὃν κατὰ θυμόν, καὶ ἔτι
ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων.
」さらに、「人々の戦いと、苦しい波を切り裂き進みながら。 」