Humanitext Reader

波利比奥斯 · 历史 §12.27.1-12.27.11

文献研究与实地考察的对比及亲历的重要性

第 782 段,共 1311 段 · 希腊语

内容简介

波利比乌斯对比了历史探究中“听觉(文献)”与“视觉(实地调查)”这两种手段,批评蒂迈欧只依赖轻松的书本研究而忽略了艰苦的实地考察。他引用埃福罗斯、狄奥彭波斯和荷马的言论,论证了实地经验的至高重要性。

§12.27.1δυεῖν γὰρ ὄντων κατὰ φύσιν ὡς ἂν εἴ τινων ὀργάνων ἡμῖν, οἷς πάντα πυνθανόμεθα καὶ πολυπραγμονοῦμεν [ἀκοῆς καὶ ὁράσεως], ἀληθινωτέρας δʼ οὔσης οὐ μικρῷ τῆς ὁράσεως κατὰ τὸν Ἡράκλειτον — ὀφθαλμοὶ γὰρ τῶν ὤτων ἀκριβέστεροι μάρτυρες — τούτων Τίμαιος τὴν ἡδίω μέν, §12.27.2ἥττω δὲ τῶν ὁδῶν ὥρμησε πρὸς τὸ πολυπραγμονεῖν.
因为,我们天生拥有仿佛是用于听闻和探究一切事物的两个工具,即[听觉与视觉],而根据赫拉克利特的说法,视觉比听觉要真实得多——因为眼睛是比耳朵更准确的证人——在这些手段中,蒂迈欧却选择走那条更令人愉悦、但较差的道路来进行他的探究。
§12.27.3τῶν μὲν γὰρ διὰ τῆς ὁράσεως εἰς τέλος ἀπέστη, τῶν δὲ διὰ τῆς ἀκοῆς ἀντεποιήσατο.
因为他完全放弃了通过视觉进行的探究,而致力于通过听觉进行的探究。
καὶ ταύτης διμεροῦς οὔσης τινός, τοῦ μὲν διὰ τῶν ὑπομνημάτων τὸ δὲ περὶ τὰς ἀνακρίσεις ῥᾳθύμως ἀνεστράφη, καθάπερ ἐν τοῖς ἀνώτερον ἡμῖν δεδήλωται.
而由于后者同样分为两个部分,其一通过文献,其二通过实地询问,正如我们此前所指出的,他在后者方面表现得极为怠惰。
§12.27.4διʼ ἣν δʼ αἰτίαν ταύτην ἔσχε τὴν αἵρεσιν εὐχερὲς καταμαθεῖν· ὅτι τὰ μὲν ἐκ τῶν βυβλίων δύναται πολυπραγμονεῖσθαι χωρὶς κινδύνου καὶ κακοπαθείας, ἐάν τις αὐτὸ τοῦτο προνοηθῇ μόνον ὥστε λαβεῖν ἢ πόλιν ἔχουσαν ὑπομνημάτων πλῆθος ἢ βυβλιοθήκην που γειτνιῶσαν.
很容易理解他为何做出这一选择:因为通过书本进行的探究不需要冒险,也无需遭受痛苦,只要预先安排好一件事,即要么寻得一座拥有大量文献的城市,要么寻得附近某处的图书馆即可。
§12.27.5λοιπὸν κατακείμενον ἐρευνᾶν δεῖ τὸ ζητούμενον καὶ συγκρίνειν τὰς τῶν προγεγονότων συγγραφέων ἀγνοίας ἄνευ πάσης κακοπαθείας.
此后,只需舒服地躺着检索所需的研究对象,并对比前代历史学家的错误,而无需经受任何苦难。
§12.27.6ἡ δὲ πολυπραγμοσύνη πολλῆς μὲν προσδεῖται ταλαιπωρίας καὶ δαπάνης, μέγα δέ τι συμβάλλεται καὶ μέγιστόν ἐστι μέρος τῆς ἱστορίας.
然而,实地探究虽然需要极大的辛劳与开销,但它对历史写作贡献巨大,甚至是历史学最核心的部分。
§12.27.7δῆλον δὲ τοῦτʼ ἐστὶν ἐξ αὐτῶν τῶν τὰς συντάξεις πραγματευομένων.
这一点从那些亲自撰写历史著作的人的话语中便能清楚地看出来。
ὁ μὲν γὰρ Ἔφορός φησιν, εἰ δυνατὸν ἦν αὐτοὺς παρεῖναι πᾶσι τοῖς πράγμασι, ταύτην ἂν διαφέρειν πολὺ τῶν ἐμπειριῶν· §12.27.8ὁ δὲ Θεόπομπος τοῦτον μὲν ἄριστον ἐν τοῖς πολεμικοῖς τὸν πλείστοις κινδύνοις παρατετευχότα, τοῦτον δὲ δυνατώτατον ἐν λόγῳ τὸν πλείστων μετεσχηκότα πολιτικῶν ἀγώνων.
因为埃福罗斯说,如果能够亲自经历所有的事件,这种实地经验将远远优于其他任何经验;而狄奥彭波斯则说,在军事上最优秀的,是那些经历过最多危险的人;在言论上最有能力的,是那些参与过最多政治斗争的人。
§12.27.9τὸν αὐτὸν δὲ τρόπον συμβαίνειν ἐπʼ ἰατρικῆς καὶ κυβερνητικῆς.
并且他认为,同样的情况也适用于医学和航海术。
§12.27.10ἔτι δὲ τούτων ἐμφαντικώτερον ὁ ποιητὴς εἴρηκε περὶ τούτου τοῦ μέρους. ἐκεῖνος γὰρ βουλόμενος ὑποδεικνύειν ἡμῖν οἷον δεῖ τὸν ἄνδρα τὸν πραγματικὸν εἶναι, προθέμενος τὸ τοῦ Ὀδυσσέως πρόσωπον λέγει πως οὕτως·
甚至比这些更具表现力的是,诗人对这一部分(实地探究)的描述。
ἄνδρα μοι ἔννεπε, Μοῦσα, πολύτροπον, ὃς μάλα πολλὰ πλάγχθη, καὶ προβάς, §12.27.11πολλῶν δʼ ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω, πολλὰ δʼ ὅγʼ ἐν πόντῳ πάθεν ἄλγεα ὃν κατὰ θυμόν, καὶ ἔτι ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων.
因为他希望向我们展示一个实践型的人物应当如何,便以奥德修斯的形象为对象,大致这样说道:“缪斯啊,请为小女讲述那个足智多谋的人,他经历了极多的漂泊,”接着又说, “他见识了许多人的城市,了解了他们的心思,在海上,他的心中遭受了无数的痛苦,”此外还有,“穿行于人们的战争与痛苦的波涛之中。 ”

词汇与语法注释

  1. 12.27.1δυεῖν γὰρ ὄντων — δυεῖν ὄντων 及随后的 ἀληθινωτέρας οὔσης 均为属格绝对句,表示原因或让步,引向主句动词 ὥρμησε(§12.27.2)及其主语 Τίμαιος。τούτων 是表示部分的属格,指代这两种感官(听觉和视觉),修饰 τὴν ἡδίω μέν, ἥττω δὲ τῶν ὁδῶν(更令人愉悦但较差的道路)。
  2. 12.27.3τοῦ μὲν διὰ τῶν ὑπομνημάτων τὸ δὲ περὶ τὰς ἀνακρίσεις — 这是在属格绝对句 ταύτης διμεροῦς οὔσης 之后表示部分的分指表达式。τοῦ μὲν(属格)与 τὸ δὲ(宾格/主格)之间存在格的不一致(破格)。语境上它对比了两个部分:“对于一方面通过文献(他专心投入),但对于另一方面通过询问则表现怠惰”,尽管动词 ῥᾳθύμως ἀνεστράφη 在语法上直接作用于后者。
  3. 12.27.7ταύτην ἂν διαφέρειν — 由 φησίν 引导的间接引语中的宾格加不定式结构。不定式与 ἂν 连用,对应于直接引语中的 ἂν διέφερε(与过去事实相反的虚拟语气),与条件从句 εἰ δυνατὸν ἦν... 相呼应。阴性代名词 ταύτην 指代由条件从句中的“亲临现场(παρεῖναι)”这一动作所暗指的亲身经历(实地经验)。

引用这一段

波利比奥斯, 历史 §12.27.1-12.27.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:12.27.1-12.27.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。