§12.25k.1ἵνα δὲ καὶ περὶ ταῦτα βεβαιωσώμεθα τὴν ἀπόφασιν τὴν ὑπὲρ Τιμαίου, καθάπερ καὶ τὴν ὑπὲρ τῆς ἀγνοίας, ἔτι δὲ τῆς ἑκουσίου ψευδογραφίας, βραχέα προοισόμεθα τῶν ὁμολογουμένων αὐτοῦ λόγων ἐπʼ ὀνόματος.
そして、これらのことについても、ティマイオスに対する判断を、彼の無知や、さらには意図的な虚偽の記述に関する判断を[確実にした]のと同様に、確固たるものにするために、広く認められている彼の演説から、具体的に(名指しで)短い例を提示することにしよう。
§12.25k.2— ὅτι τῶν δεδυναστευκότων ἐν Σικελίᾳ μετὰ Γέλωνα τὸν ἀρχαῖον πραγματικωτάτους ἄνδρας παρειλήφαμεν Ἑρμοκράτην, Τιμολέοντα, Πύρρον τὸν Ἠπειρώτην, οἷς ἥκιστʼ ἂν δέοι περιάπτειν μειρακιώδεις καὶ διατριβικοὺς λόγους.
――すなわち、かつてのゲロン以後にシケリアで権力を握った者たちの中で、最も実務的な人物としてヘルモクラテス、ティモレオン、エペイロス人ピュロスを私たちは知っており、彼らには子供っぽく衒学的な演説を帰することは最も不適切であろう、ということである。
§12.25k.3ὁ δέ φησιν ἐν τῇ μιᾷ καὶ εἰκοστῇ βύβλῳ, καθʼ ὃν καιρὸν Εὐρυμέδων παραγενόμενος εἰς Σικελίαν παρεκάλει τὰς πόλεις εἰς τὸν κατὰ τῶν Συρακοσίων πόλεμον, τότε τοὺς Γελῴους κάμνοντας τῷ πολέμῳ διαπέμψασθαι πρὸς τοὺς Καμαριναίους ὑπὲρ ἀνοχῶν·
しかし彼(ティマイオス)は第21巻において、エウリュメドンがシケリアに到着して諸都市にシュラコサイに対する戦争へ参加するよう呼びかけていたまさにその時、戦争に疲弊していたゲラの人々が休戦に関してカマリナの人々に使者を送った、と述べている。
§12.25k.4τῶν δὲ προθύμως δεξαμένων, μετὰ ταῦτα πρεσβεύειν ἑκατέρους πρὸς τοὺς ἑαυτῶν συμμάχους καὶ παρακαλεῖν ἄνδρας ἐκπέμψαι πιστούς, οἵτινες εἰσελθόντες εἰς Γέλαν βουλεύσονται περὶ διαλύσεως καὶ τῶν κοινῇ συμφερόντων.
そしてカマリナの人々がそれを快く受け入れると、その後双方がそれぞれの同盟国へ使節を派遣して、信頼できる人物たちを送るよう要請した。 それらの人物たちはゲラに集まり、和平(調停)と共通の利益について審議することになるのである。
§12.25k.5παραγενομένων δὲ τῶν συνέδρων, καὶ διαβουλίου προτεθέντος τοιούτοις τισὶ χρώμενον εἰσάγει λόγοις τὸν Ἑρμοκράτην.
そして、使節たちが到着し、共同の討議が提出されたとき、彼(ティマイオス)はヘルモクラテスを登場させ、次のような演説を用いさせている。
§12.25k.6ἐπαινέσας γὰρ ὁ προειρημένος ἀνὴρ τοὺς Γελῴους καὶ τοὺς Καμαριναίους, πρῶτον μὲν ὡς αὐτῶν ποιησάντων τὰς ἀνοχάς, δεύτερον ὅτι τοῦ περὶ διαλύσεως γενέσθαι λόγους αἴτιοι καθεστήκασι, τρίτον ὅτι προνοηθεῖεν τοῦ μὴ βουλεύεσθαι τὰ πλήθη περὶ τῶν διαλύσεων, ἀλλὰ τοὺς προεστῶτας τῶν πολιτῶν τοὺς σαφῶς εἰδότας τίνα διαφορὰν ὁ πόλεμος ἔχει τῆς εἰρήνης,
すなわち、前述の人物(ヘルモクラテス)はゲラとカマリナの人々を称賛したが、第一には彼ら自身が休戦をもたらしたからであり、第二には和平についての話し合いが行われる原因を彼らが作ったからであり、第三には大衆が和平について審議するのではなく、戦争と平和がどのような違いを持っているかをはっきりと知っている指導的な市民たちが審議するよう配慮したからである。
§12.25k.7μετὰ δὲ ταῦτα δύʼ ἢ τρία λαβὼν ἐπιχειρήματα πραγματικά, λοιπόν φησιν αὐτοὺς ἐπιστήσαντας μαθεῖν ἡλίκην ὁ πόλεμος διαφορὰν ἔχει τῆς εἰρήνης, μικρῷ πρότερον εἰρηκὼς ὅτι κατʼ αὐτὸ τοῦτο χάριν ἔχει τοῖς Γελῴοις τὸ μὴ γίνεσθαι τοὺς λόγους ἐν τοῖς πολλοῖς ἀλλʼ ἐν συνεδρίῳ καλῶς γινώσκοντι τὰς τοιαύτας περιπετείας.
しかしその後に、2つか3つの実務的な議論を取り上げただけで、残りの部分では、彼ら(会議の出席者たち)が注意を向けて、戦争が平和といかに大きな違いがあるかを学ぶべきだと彼は言う。 それより少し前に、まさにその点に関して、議論が大衆の間でなされるのではなく、そのような運命の急変をよく知っている会議においてなされることについて、ゲラの人々に感謝していると述べていたにもかかわらず、である。
§12.25k.8ἐξ ὧν ὁ Τίμαιος οὐ μόνον τῆς πραγματικῆς ἂν δόξειεν ἀπολείπεσθαι δυνάμεως, ἀλλὰ καὶ τῶν ἐν ταῖς διατριβαῖς ἐπιχειρήσεων οὐκ ὀλίγον ἐλαττοῦσθαι.
これらのことから、ティマイオスは実務的な能力において劣っているように見えるだけでなく、学校で行われる議論の進め方に比べても少なからず劣っていると思われるだろう。
§12.25k.9πάντες γὰρ δήπουθεν οἴονται δεῖν τὰς ἀποδείξεις φέρειν τῶν ἀγνοουμένων καὶ τῶν ἀπιστουμένων παρὰ τοῖς ἀκροαταῖς, περὶ δὲ τῶν ἤδη γινωσκομένων ματαιότατον εἶναι πάντων καὶ παιδαριωδέστατον τὸ καθευρεσιλογεῖν μενον ἢ τὸ γινωσκόμενον.
というのも、誰もが、聴衆にとって未知のことや疑われていることについて証明を提示すべきだと当然考えているのであり、すでに知られていることについては、[すでに知られていること]を言葉をこねくり回して語ることは、すべてのことの中で最も無駄で、最も子供じみたことだからである。
§12.25k.10ὁ δὲ χωρὶς τῆς ὅλης παραπτώσεως τοῦ διατεθεῖσθαι τὸ πλεῖστον μέρος τοῦ λόγου πρὸς τὰ καθάπαξ μὴ προσδεόμενα λόγου καὶ λήμμασι κέχρηται τοιούτοις,
しかるに彼(ティマイオス)は、演説の大部分をまったく議論を必要としない事柄に向けて展開したという全体的な誤りは別としても、次のような前提を用いている。
§12.25k.11οἷς τὸν μὲν Ἑρμοκράτην τίς ἂν κεχρῆσθαι πιστεύσειε, τὸν συναγωνισάμενον μὲν Λακεδαιμονίοις τὴν ἐν Αἰγὸς ποταμοῖς ναυμαχίαν, αὐτανδρὶ δὲ χειρωσάμενον τὰς Ἀθηναίων δυνάμεις καὶ τοὺς στρατηγοὺς κατὰ Σικελίαν, ἀλλʼ οὐδὲ μει
そのような前提を、アイゴス・ポタモイにおける海戦でスパルタ人(ラケダイモン人)と共に戦い、シケリアにおいてはアテナイの軍勢と将軍たちを兵員もろとも降伏させたあのヘルモクラテスが用いたと、誰が信じるだろうか。 いや、若者(子供)でさえ...