§12.25.1ὅτι περὶ τοῦ ταύρου τοῦ χαλκοῦ τοῦ παρὰ Φαλάριδος κατασκευασθέντος ἐν Ἀκράγαντι, εἰς ὃν ἐνεβίβαζεν ἀνθρώπους, κἄπειτα πῦρ ὑποκαίων ἐλάμβανε
ファラリスによってアクラガスで製作された、彼が中に人間を入れ、その下に火を焚いて、支配下の人々から、以下のような酷い罰を取り立てていた青銅の牡牛について。
§12.25.2τιμωρίαν παρὰ τῶν ὑποταττομένων τοιαύτην ὥστʼ ἐκπυρουμένου τοῦ χαλκοῦ τὸν μὲν ἄνθρωπον πανταχόθεν παροπτώμενον καὶ περιφλεγόμενον διαφθείρεσθαι, κατὰ δὲ τὴν ὑπερβολὴν τῆς ἀλγηδόνος, ὁπότʼ ἀναβοήσειε, μυκηθμῷ παραπλήσιον τὸν ἦχον ἐκ τοῦ κατασκευάσματος προσπίπτειν τοῖς ἀκούουσι.
その罰とは、青銅が熱せられるにつれて、中の人間は四方からあぶられ焼き焦がされて息絶えるが、そのあまりの苦痛から、彼が叫び声をあげるときはいつでも、その製作物から牛の鳴き声に酷似した音が聞き手のもとに届くというものであった。
§12.25.3τούτου δὲ τοῦ ταύρου κατὰ τὴν ἐπικράτειαν Καρχηδονίων μετενεχθέντος ἐξ Ἀκράγαντος εἰς Καρχηδόνα, καὶ τῆς θυρίδος διαμενούσης περὶ τὰς συνωμίας, διʼ ἧς συνέβαινε καθίεσθαι τοὺς ἐπὶ τὴν τιμωρίαν, καὶ ἑτέρας αἰτίας, διʼ ἣν ἐν Καρχηδόνι κατεσκευάσθη τοιοῦτος ταῦρος, οὐδαμῶς δυναμένης εὑρεθῆναι τὸ παράπαν, §12.25.4ὅμως Τίμαιος ἐπεβάλετο καὶ τὴν κοινὴν φήμην ἀνασκευάζειν καὶ τὰς ἀποφάσεις τῶν ποιητῶν καὶ συγγραφέων ψευδοποιεῖν, φάσκων μήτʼ εἶναι τὸν ἐν Καρχηδόνι ταῦρον ἐξ Ἀκράγαντος μήτε γεγονέναι τοιοῦτον ἐν τῇ προειρημένῃ πόλει·
この牡牛は、カルタゴの支配期にアクラガスからカルタゴへ移され、処罰される者たちを中に入れるための扉が肩のあたりにそのまま残されており、またカルタゴにおいてこのような牡牛が(他に)作られた別の理由もまったく見出しがたいにもかかわらず、ティマイオスは、世の共通の評判を覆し、詩人や歴史家たちの記述を虚偽にしようと企て、カルタゴにある牡牛はアクラガス由来のものではなく、前述の都市(アクラガス)にそのような牡牛は存在すらしなかったと主張した。
§12.25.5καὶ πολλοὺς δή τινας εἰς τοῦτο τὸ μέρος διατέθειται λόγους.
そして彼はこの点に関して極めて多くの議論を展開している。
—
κατὰ τῆς Τιμαίου τί ποτε δεῖ λέγειν ὄνομα καὶ ῥῆμα;
―― ティマイオスの(このような)性質に対して、一体どのような言葉を浴びせるべきであろうか。
πάντα γὰρ ἐπιδέχεσθαί μοι δοκεῖ τὰ πικρότατα τὸ γένος, οἷς ἐκεῖνος κέχρηται κατὰ τῶν πλησίον.
彼が他者に対して用いた最も辛辣な類の非難は、すべて彼自身に当てはまるように思われる。
§12.25.6ὅτι μὲν οὖν ἐστι φιλαπεχθὴς καὶ ψεύστης καὶ τολμηρός, σχεδὸν ἱκανῶς ἐκ τῶν προειρημένων ὑπεδείχθη·
彼が敵意に満ち、嘘つきで、不敵であることは、前述のことから十分に示された。
διότι δʼ ἀφιλόσοφός ἐστι καὶ συλλήβδην ἀνάγωγος συγγραφεύς, ἐκ τῶν λέγεσθαι μελλόντων ἔσται συμφανές.
しかし、彼が非哲学的であり、総じて教育を欠いた歴史家であることは、これから語られることから明らかになるであろう。
§12.25.7ἐν γὰρ τῇ μιᾷ καὶ εἰκοστῇ βύβλῳ, καὶ ταύτης ἐπὶ τελευτῇ, λέγει κατὰ τὴν τοῦ Τιμολέοντος παράκλησιν ταῦτα, διότι τῆς γῆς τῆς ὑπὸ τῷ κόσμῳ κειμένης εἰς τρία μέρη διῃρημένης, καὶ τῆς μὲν Ἀσίας, τῆς δὲ Λιβύης, τῆς δʼ Εὐρώπης προσαγορευομένης.
すなわち彼は第21巻の、しかもその最後の部分で、ティモレオンの(兵士への)演説に関連して、天の下にある大地は3つの部分に分割されており、それぞれアジア、リビア、ヨーロッパと呼ばれていること(を前提とした議論)を述べているのである。
§12.25.8ταῦτα γὰρ οὐχ οἷον Τίμαιον εἰρηκέναι τίς ἂν πιστεύσειεν, ἀλλʼ οὐδὲ τὸν λεγόμενον Μαργίτην ἐκεῖνον.
このようなことは、ティマイオスが言ったと誰が信じられようか。 いや、あの(愚者として)噂されるマルギテスでさえ、そんなことは言わなかったであろう。
§12.25.9τίς γὰρ οὕτως ἐστὶν ἀδαής, οὐ λέγω τῶν πρὸς ὑπομνήμασι γεγονότων
というのも、歴史の記録に従事している人々は言うに及ばず、一体誰がこれほどまでに無知でありえようか。