Humanitext Reader

波利比奥斯 · 历史 §12.25.1-12.25.9

法拉里斯铜牛与提麦奥斯的地理无知

第 765 段,共 1311 段 · 希腊语

内容简介

波里比乌斯批评提麦奥斯否认阿克拉加斯法拉里斯青铜公牛的真实性,并揭露他在基本地理学上的无知,以证明其缺乏学识。

§12.25.1ὅτι περὶ τοῦ ταύρου τοῦ χαλκοῦ τοῦ παρὰ Φαλάριδος κατασκευασθέντος ἐν Ἀκράγαντι, εἰς ὃν ἐνεβίβαζεν ἀνθρώπους, κἄπειτα πῦρ ὑποκαίων ἐλάμβανε §12.25.2τιμωρίαν παρὰ τῶν ὑποταττομένων τοιαύτην ὥστʼ ἐκπυρουμένου τοῦ χαλκοῦ τὸν μὲν ἄνθρωπον πανταχόθεν παροπτώμενον καὶ περιφλεγόμενον διαφθείρεσθαι, κατὰ δὲ τὴν ὑπερβολὴν τῆς ἀλγηδόνος, ὁπότʼ ἀναβοήσειε, μυκηθμῷ παραπλήσιον τὸν ἦχον ἐκ τοῦ κατασκευάσματος προσπίπτειν τοῖς ἀκούουσι.
关于法拉里斯在阿克拉加斯制作的青铜公牛,他曾把人塞入其中,并在牛身下生火,对受其统治的人施以这样的惩罚:随着青铜被烧红,里面的受刑者四面被炙烤和灼烧,直至死亡;而由于极度的痛苦,每当他发出大声呼喊,那器皿中传出的声音在听者耳中便极像公牛的低鸣。
§12.25.3τούτου δὲ τοῦ ταύρου κατὰ τὴν ἐπικράτειαν Καρχηδονίων μετενεχθέντος ἐξ Ἀκράγαντος εἰς Καρχηδόνα, καὶ τῆς θυρίδος διαμενούσης περὶ τὰς συνωμίας, διʼ ἧς συνέβαινε καθίεσθαι τοὺς ἐπὶ τὴν τιμωρίαν, καὶ ἑτέρας αἰτίας, διʼ ἣν ἐν Καρχηδόνι κατεσκευάσθη τοιοῦτος ταῦρος, οὐδαμῶς δυναμένης εὑρεθῆναι τὸ παράπαν, §12.25.4ὅμως Τίμαιος ἐπεβάλετο καὶ τὴν κοινὴν φήμην ἀνασκευάζειν καὶ τὰς ἀποφάσεις τῶν ποιητῶν καὶ συγγραφέων ψευδοποιεῖν, φάσκων μήτʼ εἶναι τὸν ἐν Καρχηδόνι ταῦρον ἐξ Ἀκράγαντος μήτε γεγονέναι τοιοῦτον ἐν τῇ προειρημένῃ πόλει·
尽管在迦太基人统治期间,这头公牛已被从阿克拉加斯运到了迦太基,而且在肩膀附近用于放入受刑者的舱门依然保存完好,并且根本找不到任何其他理由能解释为何迦太基会制作这样一头公牛,提麦奥斯却依然试图推翻普遍的传闻,并指责诗人和历史学家的陈述为虚假,声声迦太基的那头公牛并非来自阿克拉加斯,且在前述城市中从未有过这样的公牛。
§12.25.5καὶ πολλοὺς δή τινας εἰς τοῦτο τὸ μέρος διατέθειται λόγους.
他确实在这一部分陈述了许多论据。
— κατὰ τῆς Τιμαίου τί ποτε δεῖ λέγειν ὄνομα καὶ ῥῆμα;
—— 对于提麦奥斯的品性,究竟该用什么词汇来形容?
πάντα γὰρ ἐπιδέχεσθαί μοι δοκεῖ τὰ πικρότατα τὸ γένος, οἷς ἐκεῖνος κέχρηται κατὰ τῶν πλησίον.
因为在我看来,他用来指责邻人的所有最刻薄的词汇,似乎都适用于他。
§12.25.6ὅτι μὲν οὖν ἐστι φιλαπεχθὴς καὶ ψεύστης καὶ τολμηρός, σχεδὸν ἱκανῶς ἐκ τῶν προειρημένων ὑπεδείχθη· διότι δʼ ἀφιλόσοφός ἐστι καὶ συλλήβδην ἀνάγωγος συγγραφεύς, ἐκ τῶν λέγεσθαι μελλόντων ἔσται συμφανές.
他的好斗、撒谎和鲁莽,从前文已得到了相当充分的证明;但他缺乏哲学素养,总而言之是一个没有受过良好教育的写作者,这将从接下来要说的话中变得昭然若揭。
§12.25.7ἐν γὰρ τῇ μιᾷ καὶ εἰκοστῇ βύβλῳ, καὶ ταύτης ἐπὶ τελευτῇ, λέγει κατὰ τὴν τοῦ Τιμολέοντος παράκλησιν ταῦτα, διότι τῆς γῆς τῆς ὑπὸ τῷ κόσμῳ κειμένης εἰς τρία μέρη διῃρημένης, καὶ τῆς μὲν Ἀσίας, τῆς δὲ Λιβύης, τῆς δʼ Εὐρώπης προσαγορευομένης. §12.25.8ταῦτα γὰρ οὐχ οἷον Τίμαιον εἰρηκέναι τίς ἂν πιστεύσειεν, ἀλλʼ οὐδὲ τὸν λεγόμενον Μαργίτην ἐκεῖνον.
因为在第二十一卷,而且是在该卷的末尾,他在提到提摩莱隆的动员演说时这样说道:既然天底下的土地被分为三部分,分别被称为亚洲、利比亚和欧洲,这种话,谁会相信不仅提麦奥斯会说,甚至连那个传闻中的马尔吉特斯也会说呢?
§12.25.9τίς γὰρ οὕτως ἐστὶν ἀδαής, οὐ λέγω τῶν πρὸς ὑπομνήμασι γεγονότων
谁会如此无知,我且不说那些从事历史记录撰写的人……

词汇与语法注释

  1. 12.25.2ὥστʼ ἐκπυρουμένου τοῦ χαλκοῦ τὸν μὲν ἄνθρωπον... διαφθείρεσθαι — 由连词 ὥστε 引导的不定式从句表示结果,其逻辑主语为宾格的 τὸν μὲν ἄνθρωπον。在此结构内部,ἐκπυρουμένου τοῦ χαλκοῦ 是一个属格独立结构,使用现在分词来表示伴随发生或逐渐进行的状况(“随着青铜被烧红”)。
  2. 12.25.3τούτου δὲ τοῦ ταύρου... μετενεχθέντος — 该部分(§12.25.3)整段由三个连续的属格独立结构(μετενεχθέντος、διαμενούσης 和 δυναμένης)构成,它们共同指向后文 §12.25.4 中表示强烈转折的小词 ὅμως(然而),构成了让步性的背景,凸显了提麦奥斯主张的荒谬。
  3. 12.25.7διότι τῆς γῆς... διῃρημένης — 由连词 διότι 引导的从句缺少限定动词,而是由属格名词 τῆς γῆς 与分词 διῃρημένης 及 προσαγορευομένης 一致。此结构在实质上起到了属格独立的作用,松散地补充说明了主句中 λέγει(他说道)的具体言论内容。

引用这一段

波利比奥斯, 历史 §12.25.1-12.25.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:12.25.1-12.25.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。