Humanitext Reader

波利比奥斯 · 历史 §11.9.1-11.9.9

菲洛皮门力倡重武备轻奢华之演说

第 705 段,共 1311 段 · 希腊语

内容简介

菲洛皮门劝说众人放弃对衣着的虚荣,转而专注于武器的保养,听众深受感化,纷纷指责奢华装扮之人并致力于整顿军备。

§11.9.1μεγάλα μὲν γὰρ ἔφη τὴν λαμπρότητα συμβάλλεσθαι πρὸς ἔκπληξιν τῶν ὑπεναντίων, πολλὰ δὲ συνεργεῖν τὴν ἐκ τῆς ἐπισκευῆς ἁρμογὴν τῶν ὅπλων εἰς τὴν χρείαν.
因为他说,武器的华丽对于震慑敌人大有贡献,而因保养得当带来的武器贴合则对实际使用大有裨益。
§11.9.2γίνεσθαι δʼ ἂν μάλιστα τὸ δέον, εἰ τὴν μὲν ἐπιμέλειαν, ἣν νῦν ποιοῦνται περὶ τὸν ἱματισμόν, ταύτην ποιήσαιντο περὶ τῶν ὅπλων, τὴν δὲ πρότερον ὀλιγωρίαν περὶ τῶν ὅπλων παρʼ αὐτοῖς ὑπάρχουσαν, ταύτην μετενέγκαιεν ἐπὶ τὰς ἐσθῆτας· §11.9.3οὕτως γὰρ ἅμα τούς τε κατʼ ἰδίαν βίους ὠφελήσεσθαι καὶ τὰ κοινὰ πράγμαθʼ ὁμολογουμένως αὐτοὺς δυνήσεσθαι σῴζειν.
而且,如果他们将目前对衣着所付出的那份关注转移到武器上,而将过去他们对武器的那种疏忽转移到衣服上,那么最需要做的事情就会得到最好的贯彻;因为这样一来,他们既能同时改善各自的私生活,又无疑能够拯救公共事务。
§11.9.4διόπερ ἔφη δεῖν τὸν εἰς ἐξοπλισίαν ἢ στρατείαν ἐκπορευόμενον, ὅτε μὲν τὰς κνημῖδας περιτίθεται, σκοπεῖν ὅπως ἀραρυῖαί τε καὶ στίλβουσαι τῶν ὑποδεσμῶν καὶ κρηπίδων ὑπάρχωσιν αὗται μᾶλλον, §11.9.5ὅταν δὲ τὴν ἀσπίδα καὶ τὸν θώρακα καὶ τὸ κράνος διαλαμβάνῃ, περιβλέπειν ἵνα τῆς χλαμύδος καὶ τοῦ χιτῶνος καθαρειότερα ταῦθʼ ὑπάρχῃ καὶ πολυτελέστερα· §11.9.6παρʼ οἷς γὰρ τὰ πρὸς ἐπιφάνειαν αἱρετώτερά [ἐστι] τῶν πρὸς τὴν χρείαν, παρὰ τούτοις αὐτόθεν εὐθέως προφανὲς εἶναι τὸ συμβησόμενον ἐν τοῖς κινδύνοις.
因此他说,凡是出发去参加阅兵或远征的人,当他穿上护胫时,应该注意让这些护胫比他的鞋带和鞋子更贴合、更闪亮;而当他拿起盾牌、胸甲和头盔时,应该注意让这些防具比他的斗篷和内衣更干净、更豪华;因为在那些比起实用更偏爱外表美观的人那里,在危险之中将会发生什么,当下立刻就会显而易见。
§11.9.7καθόλου δʼ ἠξίου διαλαμβάνειν ὡς ὁ μὲν ἐν τοῖς ἱματίοις καλλωπισμὸς γυναικός ἐστι, καὶ ταύτης οὐ λίαν σώφρονος, ἡ δʼ ἐν τοῖς ὅπλοις πολυτέλεια καὶ σεμνότης ἀνδρῶν ἀγαθῶν, προαιρουμένων ἑαυτοὺς καὶ τὰς πατρίδας ἐνδόξως σῴζειν.
总的来说,他要求大家认识到:衣服上的华丽打扮属于女人,而且是不大贞洁的女人;而武器上的豪华与威严则属于勇士,他们立志以光荣的方式拯救自己和祖国。
§11.9.8πάντες δʼ οἱ παρόντες οὕτως ἀπεδέξαντο τὰ ῥηθέντα καὶ τὸν νοῦν τῆς παρακλήσεως ἐθαύμασαν, ὡς καὶ παραχρῆμα μὲν ἐκπορευόμενοι τὸ βουλευτήριον εὐθέως ἐνεδείκνυντο τοὺς κεκαλλωπισμένους καὶ διακλίνειν ἐνίους ἠνάγκαζον τῆς ἀγορᾶς, §11.9.9ἔτι δὲ μᾶλλον ἐν ταῖς ἐξοπλισίαις καὶ στρατείαις παρετήρουν σφᾶς αὐτοὺς ἐν τοῖς προειρημένοις.
在场的所有人都如此赞同这些话,并对这番劝告的旨意赞叹不已,以至于他们一走出议事厅,就立刻指责那些打扮得花里胡哨的人,并强迫其中一些人避开广场;而且在阅兵和远征中,他们更加严格地在上述事情上规范自己。

词汇与语法注释

  1. §11.9.1μεγάλα — μεγάλα 和 πολλά 分别是修饰不定式 συμβάλλεσθαι 和 συνεργεῖν 的副词性宾格(内在宾格),表示“大大地”或“大有裨益”。
  2. §11.9.2γίνεσθαι δʼ ἂν — 间接引语中混合条件句的主句。直接引语中带有 ἄν 的希求法(γίνοιτο ἂν τὸ δέον)在传达动词 ἔφη 的支配下转化为 ἂν +不定式(γίνεσθαι ἂν),而条件从句中的 εἰ ... ποιήσαιντο ... μετενέγκαιεν 则保留希求法。
  3. §11.9.2ταύτην — 指示代词 ταύτην 的赘用,用于重新引入并强调前置的名词短语(τὴν μὲν ἐπιμέλειαν 和 τὴν δὲ ... ὀλιγωρίαν),使其作为从句中动词的直接宾语。
  4. §11.9.4τῶν ὑποδεσμῶν καὶ κρηπίδων — 比较属格,由具有比较意义的副词 μᾶλλον(修饰分词 ἀραρυῖαι 和 στίλβουσαι,意为“比……更贴合、更闪亮”)所支配。
  5. §11.9.8οὕτως ... ὡς — 相关结构,副词 οὕτως(如此、到这种程度)与引导实际结果从句的连词 ὡς 相呼应,后接直说法语气过去时(ἐνεδείκνυντο, ἠνάγκαζον),表示实际发生的结果。

引用这一段

波利比奥斯, 历史 §11.9.1-11.9.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:11.9.1-11.9.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。