§11.10.1οὕτως εἷς λόγος εὐκαίρως ῥηθεὶς ὑπʼ ἀνδρὸς ἀξιοπίστου πολλάκις οὐ μόνον ἀποτρέπει τῶν χειρίστων, ἀλλὰ καὶ παρορμᾷ πρὸς τὰ κάλλιστα τοὺς ἀνθρώπους.
\nこのように、信頼に値する男によって時宜を得て語られた一つの言葉は、しばしば人々を最悪な事柄から遠ざけるだけでなく、最も優れた事柄へと駆り立てるのである。
§11.10.2ὅταν δὲ καὶ τὸν ἴδιον βίον ἀκόλουθον εἰσφέρηται τοῖς εἰρημένοις ὁ παρακαλῶν, ἀνάγκη λαμβάνειν τὴν πρώτην πίστιν τὴν παραίνεσιν.
\n\nそして、勧告する者が自分の生き方をもその言葉と一致させて示すとき、その勧告がこの上ない説得力を獲得するのは必然である。
ὃ δὴ περὶ ἐκεῖνον τὸν ἄνδρα μάλιστʼ ἄν τις ἴδοι γινόμενον.
これこそまさに、あの男において最もよく見られたことである。
§11.10.3κατά τε γὰρ τὴν ἐσθῆτα καὶ τὴν σίτησιν ἀφελὴς καὶ λιτὸς ἦν, ὁμοίως δὲ καὶ περὶ τὰς τοῦ σώματος θεραπείας, ἔτι δὲ καὶ τὰς ἐντεύξεις, εὐπερίκοπτος καὶ ἀνεπίφθονος·
\n\n実際、彼は衣服に関しても食事に関しても気取らず質素であり、同様に身体のケアや他人との交際においても、無駄がなく、反感を買うことがなかった。
§11.10.4περί γε μὴν τοῦ παρʼ ὅλον τὸν βίον ἀληθεύειν μεγίστην ἐποιήσατο σπουδήν.
\n\nまた、生涯を通じて真実を語ることに最大限の努力を払った。
τοιγάρτοι βραχέα καὶ τὰ τυχόντʼ ἀποφαινόμενος μεγάλην ἐγκατέλειπε πίστιν τοῖς ἀκούουσι·
それゆえ、短く、ありふれた言葉を述べるだけでも、聞き手に大きな信頼を残したのである。
§11.10.5παράδειγμα γὰρ ἐν πᾶσι τὸν ἴδιον βίον εἰσφερόμενος οὐ πολλῶν ἐποίει προσδεῖσθαι λόγων τοὺς ἀκούοντας.
\n\nなぜなら、すべてのことにおいて自分自身の生き方を手本として提示することで、聞き手が多くの言葉を必要としないようにしたからである。
§11.10.6διὸ καὶ πολλάκις λόγους μακροὺς καὶ δοκοῦντας ὑπὸ τῶν ἀντιπολιτευομένων δεόντως εἰρῆσθαι διʼ ὀλίγων ῥημάτων τῇ πίστει καὶ ταῖς ἐννοίαις τῶν πραγμάτων ὁλοσχερῶς ἐξέβαλε.
\n\nそれゆえに彼は、政敵たちによって筋が通っていると思われるように語られた長大な演説もしばしば、わずかな言葉によって、その信頼性と事柄の実質的な意味によって、完全に打ち破ってしまった。
§11.10.7πλὴν τότε συντελεσθέντος τοῦ διαβουλίου πάντες ἐπανῆγον ἐπὶ τὰς πόλεις, τά τε ῥηθέντα καὶ τὸν ἄνδρα διαφερόντως ἀποδεδεγμένοι, καὶ νομίζοντες οὐδʼ ἂν παθεῖν οὐδὲν δεινὸν ἐκείνου προεστῶτος.
\n\nともあれ、そのとき会議が終了すると、すべての者がそれぞれの都市へと戻っていったが、語られた事柄とあの男をとりわけ高く評価しており、彼が指導者である限り、自分たちは何の非道な目にも遭わないだろうと考えていた。
§11.10.8ὁ δὲ Φιλοποίμην εὐθέως ἐπεπορεύετο τὰς πόλεις, ἐνεργῶς καὶ μετὰ σπουδῆς ποιούμενος τὴν ἔφοδον.
\n\n一方、フィロポイメンは直ちに諸都市を巡り、精力的に、かつ熱意をもってその巡察を行った。
§11.10.9κἄπειτα συναγαγὼν τοὺς ὄχλους ἅμα μὲν ἐγύμναζεν ἅμα δὲ συνέταττε καὶ τέλος οὐδʼ ὅλους ὀκτὼ μῆνας χρησάμενος τῇ τοιαύτῃ παρασκευῇ καὶ μελέτῃ συνῆγε τὰς δυνάμεις εἰς Μαντίνειαν, διαγωνιούμενος πρὸς τὸν τύραννον ὑπὲρ τῆς ἁπάντων Πελοποννησίων ἐλευθερίας.
\n\nそして群衆を集めては、訓練を施すとともに隊列を整えさせ、最終的には、このような準備と演習を丸8ヶ月にも満たない期間行っただけで、すべてのペロポネソス人の自由のために僭主と決戦を行うべく、マンティネイアに軍勢を集結させた。