§11.34.1καὶ γὰρ αὐτὸς ἦν ὁ Εὐθύδημος Μάγνης, πρὸς ὃν ἀπελογίζετο φάσκων ὡς οὐ δικαίως αὐτὸν Ἀντίοχος ἐκ τῆς βασιλείας ἐκβαλεῖν σπουδάζει·
というのも、エウテュデモス自身がマグネシア人であり、彼[テレアス]に対して次のように主張して弁明していたからである。 すなわち、アンティオコスが自分を王国から追い出そうと努めているのは正当ではない、と。
§11.34.2γεγονέναι γὰρ οὐκ αὐτὸς ἀποστάτης τοῦ βασιλέως, ἀλλʼ ἑτέρων ἀποστάντων ἐπανελόμενος τοὺς ἐκείνων ἐκγόνους, οὕτως κρατῆσαι τῆς Βακτριανῶν ἀρχῆς.
なぜなら、自分は王に対する反逆者になったのではなく、他の者たちが反乱を起こしたときに、その者たちの子孫を滅ぼすことによって、このようにバクトリアの支配権を手に入れたのだからである。
§11.34.3καὶ πλείω δὲ πρὸς ταύτην τὴν ὑπόθεσιν διαλεχθεὶς ἠξίου τὸν Τηλέαν μεσιτεῦσαι τὴν διάλυσιν εὐνοϊκῶς, παρακαλέσαντα τὸν Ἀντίοχον μὴ φθονῆσαι τῆς ὀνομασίας αὑτῷ τῆς τοῦ βασιλέως καὶ προστασίας,
そして、この論点についてさらに多くのことを語った上で、彼はテレアスに対し、好意的に和解を仲介し、アンティオコスに対して、自分が王という称号と支配権を持つことを妬まないように勧めてくれるよう求めた。
§11.34.4ὥς γʼ ἐὰν μὴ συγχωρῇ τοῖς ἀξιουμένοις, οὐδετέρῳ τῆς ἀσφαλείας ὑπαρχούσης· §11.34.5πλήθη γὰρ οὐκ ὀλίγα παρεῖναι τῶν Νομάδων, διʼ ὧν κινδυνεύειν μὲν ἀμφοτέρους, ἐκβαρβαρωθήσεσθαι δὲ τὴν χώραν ὁμολογουμένως, ἐὰν ἐκείνους προσδέχωνται.
もし要求されたことを彼が認めないならば、どちらにとっても安全は確保されないであろうから、というのも、遊牧民の大群が間近に迫っており、彼らによって両者ともに危険にさらされ、もし彼らを受け入れてしまえば、国全体が野蛮化してしまうことは誰もが認めるところだからである。
§11.34.6ταῦτα δʼ εἰπὼν ἐξαπέστειλε τὸν Τηλέαν πρὸς τὸν Ἀντίοχον.
こう語ると、彼はテレアスをアンティオコスの元へと送り出した。
§11.34.7ὁ δὲ βασιλεύς, πάλαι περιβλεπόμενος λύσιν τῶν πραγμάτων, πυθόμενος ταῦτα παρὰ τοῦ Τηλέου, προθύμως ὑπήκουσε πρὸς τὰς διαλύσεις διὰ τὰς προειρημένας αἰτίας.
一方、以前から事態の解決策を模索していた王は、テレアスからこれらを聞くと、前述の理由から和解の勧告に進んで耳を傾けた。
§11.34.8τοῦ δὲ Τηλέου προσανακάμψαντος καὶ πολλάκις πρὸς ἀμφοτέρους, τέλος Εὐθύδημος ἐξέπεμψε Δημήτριον τὸν υἱὸν βεβαιώσοντα τὰς ὁμολογίας· ὃν ὁ βασιλεὺς ἀποδεξάμενος, §11.34.9καὶ νομίσας ἄξιον εἶναι τὸν νεανίσκον βασιλείας καὶ κατὰ τὴν ἐπιφάνειαν καὶ κατὰ τὴν ἔντευξιν καὶ προστασίαν, πρῶτον μὲν ἐπηγγείλατο δώσειν αὐτῷ μίαν τῶν ἑαυτοῦ θυγατέρων· δεύτερον δὲ συνεχώρησε τῷ πατρὶ τὸ τῆς βασιλείας ὄνομα.
テレアスが両者の間を何度も往復した末、ついにエウテュデモスは合意を確実なものにするために息子のデメトリオスを送り出し、王は彼を受け入れると、この若者がその外見、応対の態度、そして威厳において王位にふさわしいと判断し、第一に自分の娘の一人を彼に与えることを約束し、第二に彼の父親が王の称号を用いることを認めた。
§11.34.10περὶ δὲ τῶν λοιπῶν ἐγγράπτους ποιησάμενος ὁμολογίας καὶ συμμαχίαν ἔνορκον, ἀνέζευξε σιτομετρήσας δαψιλῶς τὴν δύναμιν, προσλαβὼν καὶ τοὺς ὑπάρχοντας ἐλέφαντας τοῖς περὶ τὸν Εὐθύδημον.
残りの事項については、書面による合意と誓約を伴う同盟を結び、軍勢に豊かな食糧を配給した上で、エウテュデモスの一行が所有していた象をも接収して出発した。
§11.34.11ὑπερβαλὼν δὲ τὸν Καύκασον καὶ κατάρας εἰς τὴν Ἰνδικήν, τήν τε φιλίαν ἀνενεώσατο τὴν πρὸς τὸν Σοφαγασῆνον τὸν βασιλέα τῶν Ἰνδῶν, §11.34.12καὶ λαβὼν ἐλέφαντας, ὥστε γενέσθαι τοὺς ἅπαντας εἰς ἑκατὸν καὶ πεντήκοντʼ, ἔτι δὲ σιτομετρήσας πάλιν ἐνταῦθα τὴν δύναμιν, αὐτὸς μὲν ἀνέζευξε μετὰ τῆς στρατιᾶς, Ἀνδροσθένην δὲ τὸν Κυζικηνὸν ἐπὶ τῆς ἀνακομιδῆς ἀπέλιπε τῆς γάζης τῆς ὁμολογηθείσης αὐτῷ παρὰ τοῦ βασιλέως.
彼はカウカソスを越えてインドへと下り、インド人の王ソパガセノスとの友好関係を更新し、象を獲得してその総数を百五十頭にし、さらにそこでも再び軍勢に食糧を配給すると、自身は軍とともに帰途についたが、クジコスのアンドロステネスを、インドの王から約束された財宝を持ち帰る任務のために後に残した。
§11.34.13διελθὼν δὲ τὴν Ἀραχωσίαν καὶ περαιωθεὶς τὸν Ἐρύμανθον ποταμόν, ἧκε διὰ τῆς Δραγγηνῆς εἰς τὴν Καρμανίαν, οὗ καὶ συνάπτοντος ἤδη τοῦ χειμῶνος ἐποιήσατο τὴν παραχειμασίαν.
そしてアラコシアを通り抜け、エリュマントス川を渡って、ドランギアナ経由でカルマニアに到着し、すでに冬が近づいていたため、そこで冬営に入った。
§11.34.14τὸ μὲν οὖν πέρας τῆς εἰς τοὺς ἄνω τόπους στρατείας Ἀντιόχου τοιαύτην ἔλαβε τὴν συντέλειαν, διʼ ἧς οὐ μόνον τοὺς ἄνω σατράπας ὑπηκόους ἐποιήσατο τῆς ἰδίας ἀρχῆς, ἀλλὰ καὶ τὰς ἐπιθαλαττίους πόλεις καὶ τοὺς ἐπὶ τάδε τοῦ Ταύρου δυνάστας, §11.34.15καὶ συλλήβδην ἠσφαλίσατο τὴν βασιλείαν, καταπληξάμενος τῇ τόλμῃ καὶ φιλοπονίᾳ πάντας τοὺς ὑποταττομένους·
こうして、アンティオコスの内陸地方への遠征の終焉はこのような結末を迎え、この遠征を通じて、彼は内陸のサトラップたちを自身の支配に服従させただけでなく、沿岸の都市やタウロス山脈のこちら側の支配者たちをも服従させ、要するに、服従する者すべてをその果敢さと労苦を厭わぬ姿勢によって畏怖させることで、自身の王権を確固たるものにしたのである。
§11.34.16διὰ γὰρ ταύτης τῆς στρατείας ἄξιος ἐφάνη τῆς βασιλείας οὐ μόνον τοῖς κατὰ τὴν Ἀσίαν, ἀλλὰ καὶ τοῖς κατὰ τὴν Εὐρώπην.
なぜなら、この遠征によって、彼はアジアの人々に対してだけでなく、ヨーロッパの人々に対しても、王にふさわしい人物であると認められたからである。