Humanitext Reader

波利比奥斯 · 历史 §11.34.1-11.34.16

安条克与欧提德姆斯媾和及东方远征的结束

第 732 段,共 1311 段 · 希腊语

内容简介

欧提德姆斯以游牧部落的威胁为由寻求与安条克和解。安条克接受条件并结盟后,继续进军印度以确立权威,最终成功结束了其东方远征。

§11.34.1καὶ γὰρ αὐτὸς ἦν ὁ Εὐθύδημος Μάγνης, πρὸς ὃν ἀπελογίζετο φάσκων ὡς οὐ δικαίως αὐτὸν Ἀντίοχος ἐκ τῆς βασιλείας ἐκβαλεῖν σπουδάζει· §11.34.2γεγονέναι γὰρ οὐκ αὐτὸς ἀποστάτης τοῦ βασιλέως, ἀλλʼ ἑτέρων ἀποστάντων ἐπανελόμενος τοὺς ἐκείνων ἐκγόνους, οὕτως κρατῆσαι τῆς Βακτριανῶν ἀρχῆς.
因为欧提德姆斯自己就是个马格内西亚人,他向[特利亚斯]进行辩解,坚称安条克企图将他逐出王国是不正当的;因为他说他自己并非是对国王的叛乱者,而是在他人叛乱时,消灭了那些人的后代,从而以这种方式掌握了巴克特里亚的统治权。
§11.34.3καὶ πλείω δὲ πρὸς ταύτην τὴν ὑπόθεσιν διαλεχθεὶς ἠξίου τὸν Τηλέαν μεσιτεῦσαι τὴν διάλυσιν εὐνοϊκῶς, παρακαλέσαντα τὸν Ἀντίοχον μὴ φθονῆσαι τῆς ὀνομασίας αὑτῷ τῆς τοῦ βασιλέως καὶ προστασίας, §11.34.4ὥς γʼ ἐὰν μὴ συγχωρῇ τοῖς ἀξιουμένοις, οὐδετέρῳ τῆς ἀσφαλείας ὑπαρχούσης· §11.34.5πλήθη γὰρ οὐκ ὀλίγα παρεῖναι τῶν Νομάδων, διʼ ὧν κινδυνεύειν μὲν ἀμφοτέρους, ἐκβαρβαρωθήσεσθαι δὲ τὴν χώραν ὁμολογουμένως, ἐὰν ἐκείνους προσδέχωνται.
在就这一论题进行了更详细的谈话之后,他请求特利亚斯以友好的态度斡旋这次和解,劝说安条克不要嫉妒他拥有国王的称号和统治权,因为,如果他不允许这些请求,两者的安全都无法得到保障;因为有为数不少的游牧部落就在附近,这使双方都面临危险,而且大家公认,如果接纳了他们,整个国土都将被野蛮化。
§11.34.6ταῦτα δʼ εἰπὼν ἐξαπέστειλε τὸν Τηλέαν πρὸς τὸν Ἀντίοχον.
说完这些话后,他便派特利亚斯去见安条克。
§11.34.7ὁ δὲ βασιλεύς, πάλαι περιβλεπόμενος λύσιν τῶν πραγμάτων, πυθόμενος ταῦτα παρὰ τοῦ Τηλέου, προθύμως ὑπήκουσε πρὸς τὰς διαλύσεις διὰ τὰς προειρημένας αἰτίας.
而早就一直在寻找事态解决办法的国王,在从特利亚斯那里得知这些情况后,由于上述原因,便欣然同意了和解。
§11.34.8τοῦ δὲ Τηλέου προσανακάμψαντος καὶ πολλάκις πρὸς ἀμφοτέρους, τέλος Εὐθύδημος ἐξέπεμψε Δημήτριον τὸν υἱὸν βεβαιώσοντα τὰς ὁμολογίας· ὃν ὁ βασιλεὺς ἀποδεξάμενος, §11.34.9καὶ νομίσας ἄξιον εἶναι τὸν νεανίσκον βασιλείας καὶ κατὰ τὴν ἐπιφάνειαν καὶ κατὰ τὴν ἔντευξιν καὶ προστασίαν, πρῶτον μὲν ἐπηγγείλατο δώσειν αὐτῷ μίαν τῶν ἑαυτοῦ θυγατέρων· δεύτερον δὲ συνεχώρησε τῷ πατρὶ τὸ τῆς βασιλείας ὄνομα.
在特利亚斯于双方之间多次往返之后,欧提德姆斯最终派出了他的儿子德米特里来确立这些协定;国王接待了他,并且,从外表、谈吐及举止上,国王认为这位年轻人配得上王位,首先便许诺将自己的一位女儿嫁给他,其次允许了他的父亲保留国王的称号。
§11.34.10περὶ δὲ τῶν λοιπῶν ἐγγράπτους ποιησάμενος ὁμολογίας καὶ συμμαχίαν ἔνορκον, ἀνέζευξε σιτομετρήσας δαψιλῶς τὴν δύναμιν, προσλαβὼν καὶ τοὺς ὑπάρχοντας ἐλέφαντας τοῖς περὶ τὸν Εὐθύδημον.
在就其余事项达成了书面协定并结成宣誓同盟后,他向军队慷慨分发了口粮,并接收了欧提德姆斯那里的所有大象,随后拔营出发。
§11.34.11ὑπερβαλὼν δὲ τὸν Καύκασον καὶ κατάρας εἰς τὴν Ἰνδικήν, τήν τε φιλίαν ἀνενεώσατο τὴν πρὸς τὸν Σοφαγασῆνον τὸν βασιλέα τῶν Ἰνδῶν, §11.34.12καὶ λαβὼν ἐλέφαντας, ὥστε γενέσθαι τοὺς ἅπαντας εἰς ἑκατὸν καὶ πεντήκοντʼ, ἔτι δὲ σιτομετρήσας πάλιν ἐνταῦθα τὴν δύναμιν, αὐτὸς μὲν ἀνέζευξε μετὰ τῆς στρατιᾶς, Ἀνδροσθένην δὲ τὸν Κυζικηνὸν ἐπὶ τῆς ἀνακομιδῆς ἀπέλιπε τῆς γάζης τῆς ὁμολογηθείσης αὐτῷ παρὰ τοῦ βασιλέως.
他越过了高加索并降入印度,重建了与印度国王苏法加塞努斯的友好关系,并获得了更多的大象,使总数达到了一百五十头,且在那里再次向他的军队分发了口粮。 随后,他自己率领军队出发,但留下了库齐库斯的安德罗斯塞内斯,负责运回那位国王承诺给他的财宝。
§11.34.13διελθὼν δὲ τὴν Ἀραχωσίαν καὶ περαιωθεὶς τὸν Ἐρύμανθον ποταμόν, ἧκε διὰ τῆς Δραγγηνῆς εἰς τὴν Καρμανίαν, οὗ καὶ συνάπτοντος ἤδη τοῦ χειμῶνος ἐποιήσατο τὴν παραχειμασίαν.
穿过阿拉霍西亚并渡过埃里曼索斯河后,他取道德兰吉亚那抵达卡尔马尼亚,鉴于冬季已经临近,他便在此处设立了冬营。
§11.34.14τὸ μὲν οὖν πέρας τῆς εἰς τοὺς ἄνω τόπους στρατείας Ἀντιόχου τοιαύτην ἔλαβε τὴν συντέλειαν, διʼ ἧς οὐ μόνον τοὺς ἄνω σατράπας ὑπηκόους ἐποιήσατο τῆς ἰδίας ἀρχῆς, ἀλλὰ καὶ τὰς ἐπιθαλαττίους πόλεις καὶ τοὺς ἐπὶ τάδε τοῦ Ταύρου δυνάστας, §11.34.15καὶ συλλήβδην ἠσφαλίσατο τὴν βασιλείαν, καταπληξάμενος τῇ τόλμῃ καὶ φιλοπονίᾳ πάντας τοὺς ὑποταττομένους·
这样,安条克对内陆高地地区的远征便迎来了这一结局。 通过这次远征,他不仅使内陆高地的总督们臣服于自己的统治,也征服了沿海城市以及托罗斯山脉这边的统治者们,简而言之,他通过自己的胆识与勤勉,震慑了所有的臣民,从而巩固了自己的王权。
§11.34.16διὰ γὰρ ταύτης τῆς στρατείας ἄξιος ἐφάνη τῆς βασιλείας οὐ μόνον τοῖς κατὰ τὴν Ἀσίαν, ἀλλὰ καὶ τοῖς κατὰ τὴν Εὐρώπην.
因为正是通过这次远征,他不仅在亚洲人眼中,也在欧洲人眼中,显得配得上他的王权。

词汇与语法注释

  1. 11.34.1πρὸς ὃν — 关系代词 ὃν 的先行词指代的是在 §11.34.3 中才明确出现的调停者特利亚斯。此处默认了特利亚斯作为安条克与欧提德姆斯之间中介的背景。
  2. 11.34.2γεγονέναι γὰρ — 接在前一节(§11.34.1)分词 φάσκων(声称)引导的间接引语中的宾格不定式。不定式的逻辑主语是省略的 αὑτόν(欧提德姆斯自己)。
  3. 11.34.3μὴ φθονῆσαι τῆς ὀνομασίας αὑτῷ — 动词 φθονέω(传统上表‘嫉妒’或‘不给予’)要求人称用与格(此处为指向欧提德姆斯的 αὑτῷ),事物用属格(此处为指代其所求的国王称号和统治权的 τῆς ὀνομασίας... καὶ προστασίας)。
  4. 11.34.5ἐκβαρβαρωθήσεσθαι δὲ τὴν χώραν — 承接前一节(§11.34.4)中由 ὥς(因为、由于)引导的、表明欧提德姆斯论点的间接引语。这是以宾格 τὴν χώραν 为主语的将来被动不定式,表示一旦接纳游牧部落(ἐὰν ἐκείνους προσδέχωνται)的必然结果。
  5. 11.34.12τῆς ὁμολογηθείσης αὐτῷ — 与格代词 αὐτῷ 指的是安条克国王。它表示印度国王苏法加塞努斯承诺支付给他的财宝(γάζης)。

引用这一段

波利比奥斯, 历史 §11.34.1-11.34.16. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:11.34.1-11.34.16

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。