§11.33.1ἐπεὶ δʼ ἔδοξε τὸ δέον αὐτῷ γίνεσθαι, πρὸς μὲν τοὺς ἐν τῇ παρωρείᾳ τεταγμένους τῶν πολεμίων ἀντέταττε πρὸς δὲ τοὺς εἰς τὸν αὐλῶνα καταβεβηκότας ἅθρους ἄγων ἐκ τῆς παρεμβολῆς ἐπὶ τέτταρας κοόρτις προσέβαλε τοῖς πεζοῖς τῶν ὑπεναντίων.
彼(プブリウス)は必要なことが生じた(状況が自軍に有利になった)と判断すると、山麓の傾斜地に整列している敵に対しては[一部の兵を]対峙させ、渓谷に下りてきた敵に対しては、宿営地から四個コホルスを密集させて率い、敵の歩兵に突撃した。
§11.33.2κατὰ δὲ τὸν καιρὸν τοῦτον καὶ Γάιος Λαίλιος, ἔχων τοὺς ἱππεῖς, προῆγε διὰ τῶν λόφων τῶν ἀπὸ τῆς παρεμβολῆς ἐπὶ τὸν αὐλῶνα κατατεινόντων, καὶ προσέβαλλε τοῖς τῶν Ἰβήρων ἱππεῦσι κατὰ νώτου, καὶ συνεῖχε τούτους ἐν τῇ πρὸς αὑτὸν μάχῃ.
この時、ガイウス・ラエリウスも騎兵を率いて、宿営地から渓谷へと延びる丘陵を越えて前進し、イベリア人の騎兵を背後から攻撃し、彼らを自分との戦闘に引き留めた。
λοιπὸν οἱ μὲν πεζοὶ τῶν ὑπεναντίων, §11.33.3ἐρημωθέντες τῆς τῶν ἱππέων χρείας, οἷς πιστεύσαντες εἰς τὸν αὐλῶνα κατέβησαν, ἐπιεζοῦντο καὶ κατεβαροῦντο τῇ μάχῃ, οἱ δʼ ἱππεῖς τὸ παραπλήσιον ἔπασχον·
こうして、敵の歩兵は、彼らを信頼して渓谷に下りる決め手となった騎兵の支援を奪われ、戦闘において圧迫され、圧倒された。 一方、騎兵も同様の境遇に陥った。
§11.33.4ἀπειλημμένοι γὰρ ἐν στενῷ καὶ δυσχρηστούμενοι πλείους ὑφʼ αὑτῶν ἢ τῶν πολεμίων διεφθείροντο, τῶν μὲν ἰδίων πεζῶν ἐκ πλαγίου προσκειμένων αὐτοῖς, τῶν δὲ πολεμίων τῶν πεζῶν κατὰ πρόσωπον, τῶν δʼ ἱππέων κατὰ νώτου περιεστώτων.
というのも、彼らは狭い場所に閉じ込められて身動きが取れなくなり、敵によるものよりもむしろ自分たち(味方)の手によって、より多くが討ち取られたからである。 それは、味方の歩兵が側面から彼らに押し寄せ、敵の歩兵が正面から、敵の騎兵が背後から包囲していたためである。
§11.33.5τοιαύτης δὲ γενομένης τῆς μάχης οἱ μὲν εἰς τὸν αὐλῶνα καταβάντες σχεδὸν ἅπαντες διεφθάρησαν, οἱ δʼ ἐν τῇ παρωρείᾳ διέφυγον.
このような戦闘が行われた結果、渓谷に下りた者はほぼ全員が討ち取られ、山麓の傾斜地にいた者たちは逃亡した。
§11.33.6οὗτοι δʼ ἦσαν εὔζωνοι, τρίτον δὲ μέρος τῆς ἁπάσης δυνάμεως, μεθʼ ὧν καὶ τὸν Ἀνδοβάλην συνέβη διασωθέντα φυγεῖν εἴς τι χωρίον ὀχυρόν.
彼らは軽装兵であり、全軍の三分の一を占めていたが、彼らとともにアンドバレスも生き延びて、ある堅固な場所へと逃れた。
—
Πόπλιος δέ, §11.33.7συντέλειαν ἐπιτεθεικὼς τοῖς κατὰ τὴν Ἰβηρίαν ἔργοις, παρῆν εἰς τὸν Ταρράκωνα μετὰ μεγίστης χαρᾶς, κάλλιστον θρίαμβον καὶ καλλίστην νίκην τῇ πατρίδι κατάγων.
— 一方、プブリウスは、イベリアにおける軍事行動を完遂すると、大いなる喜びとともにタラコへと到着し、祖国に最も輝かしい凱旋式と最も輝かしい勝利をもたらした。
§11.33.8σπεύδων δὲ μὴ καθυστερεῖν τῆς ἐν τῇ Ῥώμῃ καταστάσεως τῶν ὑπάτων, πάντα τὰ κατὰ τὴν Ἰβηρίαν διατάξας καὶ παραδοὺς τὸ στρατόπεδον τοῖς περὶ τὸν Ἰούνιον καὶ Μάρκιον, αὐτὸς ἀπέπλευσε μετὰ Γαΐου καὶ τῶν ἄλλων φίλων εἰς τὴν Ῥώμην.
ローマでの執政官選挙の時期に遅れないよう急いでいた彼は、イベリアにおけるすべての事柄を差配し、軍隊をユーニウスとマルキウスの一行に引き渡すと、自身はガイウスや他の友人たちとともにローマへと出帆した。