§11.33.1ἐπεὶ δʼ ἔδοξε τὸ δέον αὐτῷ γίνεσθαι, πρὸς μὲν τοὺς ἐν τῇ παρωρείᾳ τεταγμένους τῶν πολεμίων ἀντέταττε πρὸς δὲ τοὺς εἰς τὸν αὐλῶνα καταβεβηκότας ἅθρους ἄγων ἐκ τῆς παρεμβολῆς ἐπὶ τέτταρας κοόρτις προσέβαλε τοῖς πεζοῖς τῶν ὑπεναντίων.
当他认为时机已经成熟时,对排兵在山麓上的敌军,他派出[部分兵力]予以迎战;而对那些降入峡谷的敌军,他率领着从营地调出的四个呈紧密阵型的队列,向敌人的步兵发起了猛烈攻击。
§11.33.2κατὰ δὲ τὸν καιρὸν τοῦτον καὶ Γάιος Λαίλιος, ἔχων τοὺς ἱππεῖς, προῆγε διὰ τῶν λόφων τῶν ἀπὸ τῆς παρεμβολῆς ἐπὶ τὸν αὐλῶνα κατατεινόντων, καὶ προσέβαλλε τοῖς τῶν Ἰβήρων ἱππεῦσι κατὰ νώτου, καὶ συνεῖχε τούτους ἐν τῇ πρὸς αὑτὸν μάχῃ.
就在此时,盖乌斯·莱利乌斯也率领着骑兵,穿过从营地延伸到峡谷的山丘前进,并从后方袭击了伊比利亚人的骑兵,使他们陷入与自己的交战之中。
λοιπὸν οἱ μὲν πεζοὶ τῶν ὑπεναντίων, §11.33.3ἐρημωθέντες τῆς τῶν ἱππέων χρείας, οἷς πιστεύσαντες εἰς τὸν αὐλῶνα κατέβησαν, ἐπιεζοῦντο καὶ κατεβαροῦντο τῇ μάχῃ, οἱ δʼ ἱππεῖς τὸ παραπλήσιον ἔπασχον· §11.33.4ἀπειλημμένοι γὰρ ἐν στενῷ καὶ δυσχρηστούμενοι πλείους ὑφʼ αὑτῶν ἢ τῶν πολεμίων διεφθείροντο, τῶν μὲν ἰδίων πεζῶν ἐκ πλαγίου προσκειμένων αὐτοῖς, τῶν δὲ πολεμίων τῶν πεζῶν κατὰ πρόσωπον, τῶν δʼ ἱππέων κατὰ νώτου περιεστώτων.
因此,敌人的步兵失去了他们所信赖并赖以下到峡谷中的骑兵的支援,在战斗中受到压迫和重创,而骑兵也遭遇了相似的命运;因为他们被困在狭窄的地方,无法施展,被自己人消灭的人数甚至超过了被敌人消灭的人数,这是因为他们自己的步兵从侧面挤压着他们,敌人的步兵在正面,而骑兵则在后方将其合围。
§11.33.5τοιαύτης δὲ γενομένης τῆς μάχης οἱ μὲν εἰς τὸν αὐλῶνα καταβάντες σχεδὸν ἅπαντες διεφθάρησαν, οἱ δʼ ἐν τῇ παρωρείᾳ διέφυγον.
战斗在如此态势下进行,降入峡谷的人几乎全部被歼,而留在山麓上的人则逃脱了。
§11.33.6οὗτοι δʼ ἦσαν εὔζωνοι, τρίτον δὲ μέρος τῆς ἁπάσης δυνάμεως, μεθʼ ὧν καὶ τὸν Ἀνδοβάλην συνέβη διασωθέντα φυγεῖν εἴς τι χωρίον ὀχυρόν.
这些人是轻装兵,占全军的三分之一,安多巴莱斯也与他们一同幸免于难,逃到了一个坚固的地方。
—
Πόπλιος δέ, §11.33.7συντέλειαν ἐπιτεθεικὼς τοῖς κατὰ τὴν Ἰβηρίαν ἔργοις, παρῆν εἰς τὸν Ταρράκωνα μετὰ μεγίστης χαρᾶς, κάλλιστον θρίαμβον καὶ καλλίστην νίκην τῇ πατρίδι κατάγων.
—— 至于普布里乌斯,在圆满结束了在伊比利亚的军事行动后,怀着极大的喜悦抵达塔拉科,为祖国带回了最辉煌的凯旋式和最辉煌的胜利。
§11.33.8σπεύδων δὲ μὴ καθυστερεῖν τῆς ἐν τῇ Ῥώμῃ καταστάσεως τῶν ὑπάτων, πάντα τὰ κατὰ τὴν Ἰβηρίαν διατάξας καὶ παραδοὺς τὸ στρατόπεδον τοῖς περὶ τὸν Ἰούνιον καὶ Μάρκιον, αὐτὸς ἀπέπλευσε μετὰ Γαΐου καὶ τῶν ἄλλων φίλων εἰς τὴν Ῥώμην.
为了赶上罗马执政官的选举,他在安排妥当伊比利亚的一切事务并把军队移交给尤尼乌斯和马尔基乌斯一众后,便与盖乌斯及其他友人一同乘船返回罗马。