§11.32.1τότε μὲν οὖν ταῦτʼ εἰπὼν διαφῆκε τὴν ἐκκλησίαν.
その時、彼はこのように語って集会を散会させた。
τῇ δʼ ἐπαύριον ἀναζεύξας προῆγε, καὶ παραγενηθεὶς ἐπὶ τὸν Ἴβηρα ποταμὸν δεκαταῖος καὶ περαιωθεὶς τῇ τετάρτῃ μετὰ ταύτην προσεστρατοπέδευσε τοῖς ὑπεναντίοις, λαβὼν αὐλῶνά τινα μεταξὺ τῆς αὑτοῦ καὶ τῶν πολεμίων στρατοπεδείας.
翌日、彼は軍を動かして前進し、十日目にエブロ川に到達して、その四日後に渡河すると、敵陣の近くに宿営したが、自軍と敵の宿営地の間にある渓谷を確保した。
§11.32.2τῇ δʼ ἑξῆς εἰς τὸν προειρημένον αὐλῶνα προσέβαλέ τινα θρέμματα τῶν παρεπομένων τῷ στρατοπέδῳ, συντάξας ἑτοίμους ἔχειν τοὺς ἱππεῖς τῷ Γαΐῳ, τοὺς δὲ γροσφομάχους ἐπέταξε τῶν χιλιάρχων τισὶ παρασκευάζειν.
翌日、彼は軍隊に従う家畜の一部を前述の渓谷へと放ち、ガイウスには騎兵を待機させるよう指示し、千人隊長たちの一部には軽装歩兵を準備するよう命じた。
§11.32.3ταχὺ δὲ τῶν Ἰβήρων ἐπιπεσόντων ἐπὶ τὰ θρέμματʼ ἐξαφῆκε τῶν γροσφομάχων τινάς.
イベリア人たちがすぐにこれらの家畜に襲いかかると、彼は軽装歩兵の一部を繰り出した。
γινομένης δὲ διὰ τούτων συμπλοκῆς καὶ προσβοηθούντων ἑκατέροις πλειόνων, συνέστη μέγας ἀκροβολισμὸς τῶν πεζῶν περὶ τὸν αὐλῶνα.
彼らの間で交戦が始まり、双方に多くの増援が駆けつけたため、渓谷の周辺で歩兵による大規模な小競り合いが発生した。
§11.32.4τοῦ δὲ καιροῦ παραδιδόντος εὐλόγους ἀφορμὰς πρὸς ἐπίθεσιν, ἔχων ὁ Γάιος ἑτοίμους τοὺς ἱππεῖς κατὰ τὸ συνταχθὲν ἐπεβάλετο τοῖς ἀκροβολιζομένοις, ἀποτεμόμενος ἀπὸ τῆς παρωρείας, ὥστε τοὺς πλείους αὐτῶν κατὰ τὸν αὐλῶνα σκεδασθέντας ὑπὸ τῶν ἱππέων διαφθαρῆναι.
好機が攻撃にうってつけの契機をもたらしたため、ガイウスは指示通りに待機させていた騎兵を率いて小競り合いをしていた者たちに襲いかかり、彼らを山麓の傾斜地から遮断した。
γενομένου δὲ τούτου,
その結果、彼らの大部分は渓谷で散り散りになり、騎兵によって討ち取られた。
§11.32.5παροξυνθέντες οἱ βάρβαροι, καὶ διαγωνιάσαντες μὴ διὰ τὸ προηττῆσθαι δόξωσι καταπεπλῆχθαι τοῖς ὅλοις, ἐξῆγον ἅμα τῷ φωτὶ καὶ παρέταττον εἰς μάχην ἅπασαν τὴν δύναμιν.
これが起こると、憤慨し、かつ最初の敗北によって全軍がすっかり恐怖に陥っているかのように思われることを恐れたバルバロイたちは、夜明けとともに全軍を引き出し、戦闘隊形に整列させた。
§11.32.6ὁ δὲ Πόπλιος ἕτοιμος μὲν ἦν πρὸς τὴν χρείαν, θεωρῶν δὲ τοὺς Ἴβηρας ἀλογίστως συγκαταβαίνοντας εἰς τὸν αὐλῶνα καὶ τάττοντας οὐ μόνον τοὺς ἱππεῖς, ἀλλὰ καὶ τοὺς πεζοὺς ἐν τοῖς ἐπιπέδοις, ἐπέμενε, βουλόμενος ὡς πλείστους ταύτῃ χρήσασθαι τῇ παρεμβολῇ,
プブリウスは戦闘への準備はできていたが、イベリア人たちが無分別にも渓谷へと下ってきて、平地に騎兵だけでなく歩兵をも整列させているのを見て、できるだけ多くの敵をこの隘路に誘い込みたいと望み、待機を続けた。
§11.32.7πιστεύων μὲν καὶ τοῖς ἱππεῦσι τοῖς ἰδίοις, ἔτι δὲ μᾶλλον τοῖς πεζοῖς, διὰ τὸ κατὰ τὰς ἐξ ὁμολόγου καὶ συστάδην μάχας τόν τε καθοπλισμὸν καὶ τοὺς ἄνδρας τοὺς παρʼ αὑτοῦ πολὺ διαφέρειν τῶν Ἰβήρων.
それは自分の騎兵を信頼していたからでもあったが、歩兵に対してはなおさらであり、正々堂々たる白兵戦においては、自軍の装備と兵士たちの双方がイベリア人よりもはるかに優れているためであった。