Humanitext Reader

波利比奥斯 · 历史 §11.32.1-11.32.7

峡谷的前哨战与伊比利亚军的布阵

第 730 段,共 1311 段 · 希腊语

内容简介

普布里乌斯渡过埃布罗河并在敌军附近安营,利用牲畜诱出并用骑兵歼灭了伊比利亚人的轻装部队。因遭遇挫败而愤怒的伊比利亚人愚蠢地将全军部署在峡谷平地上,而普布里乌斯坚信己方步骑兵的优势,按兵不动等待时机。

§11.32.1τότε μὲν οὖν ταῦτʼ εἰπὼν διαφῆκε τὴν ἐκκλησίαν.
当时,他宣读完这些话便解散了集会。
τῇ δʼ ἐπαύριον ἀναζεύξας προῆγε, καὶ παραγενηθεὶς ἐπὶ τὸν Ἴβηρα ποταμὸν δεκαταῖος καὶ περαιωθεὶς τῇ τετάρτῃ μετὰ ταύτην προσεστρατοπέδευσε τοῖς ὑπεναντίοις, λαβὼν αὐλῶνά τινα μεταξὺ τῆς αὑτοῦ καὶ τῶν πολεμίων στρατοπεδείας.
次日,他拔营起兵前进,在第十天抵达埃布罗河,在此之后的第四天渡过该河,在敌人附近安营扎寨,并占领了自家营地与敌方营地之间的一处峡谷。
§11.32.2τῇ δʼ ἑξῆς εἰς τὸν προειρημένον αὐλῶνα προσέβαλέ τινα θρέμματα τῶν παρεπομένων τῷ στρατοπέδῳ, συντάξας ἑτοίμους ἔχειν τοὺς ἱππεῖς τῷ Γαΐῳ, τοὺς δὲ γροσφομάχους ἐπέταξε τῶν χιλιάρχων τισὶ παρασκευάζειν.
翌日,他将随军的一些牲畜赶入上述峡谷中,命令盖乌斯让骑兵做好准备,并吩咐部分千人队长准备好轻装步兵。
§11.32.3ταχὺ δὲ τῶν Ἰβήρων ἐπιπεσόντων ἐπὶ τὰ θρέμματʼ ἐξαφῆκε τῶν γροσφομάχων τινάς.
随着伊比利亚人迅速袭击这些牲畜,他派出了部分轻装步兵。
γινομένης δὲ διὰ τούτων συμπλοκῆς καὶ προσβοηθούντων ἑκατέροις πλειόνων, συνέστη μέγας ἀκροβολισμὸς τῶν πεζῶν περὶ τὸν αὐλῶνα.
通过这些人展开了交火,且双方都有更多的人前来增援,于是在峡谷周围爆发了一场大规模的步兵前哨战。
§11.32.4τοῦ δὲ καιροῦ παραδιδόντος εὐλόγους ἀφορμὰς πρὸς ἐπίθεσιν, ἔχων ὁ Γάιος ἑτοίμους τοὺς ἱππεῖς κατὰ τὸ συνταχθὲν ἐπεβάλετο τοῖς ἀκροβολιζομένοις, ἀποτεμόμενος ἀπὸ τῆς παρωρείας, ὥστε τοὺς πλείους αὐτῶν κατὰ τὸν αὐλῶνα σκεδασθέντας ὑπὸ τῶν ἱππέων διαφθαρῆναι.
鉴于时机为进攻提供了合理的借口,盖乌斯率领按照指令准备就绪的骑兵,向正在交战的人发起进攻,切断了他们与山麓的联系,致使他们中的大多数人在峡谷中被骑兵冲散并被消灭。
γενομένου δὲ τούτου, §11.32.5παροξυνθέντες οἱ βάρβαροι, καὶ διαγωνιάσαντες μὴ διὰ τὸ προηττῆσθαι δόξωσι καταπεπλῆχθαι τοῖς ὅλοις, ἐξῆγον ἅμα τῷ φωτὶ καὶ παρέταττον εἰς μάχην ἅπασαν τὴν δύναμιν.
此事发生后,蛮族人被激怒了,并且因为担心因先前的战败而被认为在全局上已陷入恐慌,于是在拂晓时分带领全军出击,并排成战斗队列。
§11.32.6ὁ δὲ Πόπλιος ἕτοιμος μὲν ἦν πρὸς τὴν χρείαν, θεωρῶν δὲ τοὺς Ἴβηρας ἀλογίστως συγκαταβαίνοντας εἰς τὸν αὐλῶνα καὶ τάττοντας οὐ μόνον τοὺς ἱππεῖς, ἀλλὰ καὶ τοὺς πεζοὺς ἐν τοῖς ἐπιπέδοις, ἐπέμενε, βουλόμενος ὡς πλείστους ταύτῃ χρήσασθαι τῇ παρεμβολῇ, §11.32.7πιστεύων μὲν καὶ τοῖς ἱππεῦσι τοῖς ἰδίοις, ἔτι δὲ μᾶλλον τοῖς πεζοῖς, διὰ τὸ κατὰ τὰς ἐξ ὁμολόγου καὶ συστάδην μάχας τόν τε καθοπλισμὸν καὶ τοὺς ἄνδρας τοὺς παρʼ αὑτοῦ πολὺ διαφέρειν τῶν Ἰβήρων.
普布里乌斯虽然做好了战斗准备,但看到伊比利亚人正愚蠢地降入峡谷,不仅将骑兵,甚至将步兵也部署在平地上,他便按兵不动,希望尽可能多地利用这一有利地形消灭敌人,这不仅是因为他信任自己的骑兵,更是因为他信任自己的步兵,因为在公开且近距离的肉搏战中,他麾下的装备和士兵都远远优于伊比利亚人。

词汇与语法注释

  1. 11.32.1δεκαταῖος — 这是一个与主语(普布里乌斯)一致的主格形容词,但在句中起时间副词的作用(“在第十天”)。在古希腊语中,表示时间或顺序的形容词常常与主语一致,从而起到副词的作用。
  2. 11.32.5διαγωνιάσαντες μὴ ... δόξωσι — 由表示担忧、焦虑的分词(διαγωνιάσαντες)引导的带虚拟语气(δόξωσι,不定过去时虚拟语气第三人称复数)的 μὴ 从句,表示担忧(“担心/害怕…而被认为”)。
  3. 11.32.6χρήσασθαι τῇ παρεμβολῇ — 名词 παρεμβολή 通常指“营地”或“军队部署”,但在此语境中,它指代两军之间的“狭窄地形”或“特定阵地”。由于动词 χράομαι(使用、利用)支配与格,因此 τῇ παρεμβολῇ 采用与格形式。

引用这一段

波利比奥斯, 历史 §11.32.1-11.32.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:11.32.1-11.32.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。