§11.24a.1ὅτι πάντων εὐδαιμονιζόντων τὸν Πόπλιον μετὰ τὸ τοὺς Καρχηδονίους ἐξελάσαι τῆς Ἰβηρίας, καὶ παρακαλούντων ἀναπαύεσθαι καὶ ῥᾳθυμεῖν, ἐπεὶ πέρας ἐπιτέθεικε τῷ πολέμῳ, μακαρίζειν αὐτοὺς ἔφη διότι τοιαύτας ἔχουσι τὰς ἐλπίδας, §11.24a.2αὐτὸς δὲ νῦν καὶ μάλιστα βουλεύεσθαι τίνα τρόπον ἄρξηται τοῦ πρὸς Καρχηδονίους πολέμου·
That when all were congratulating Publius after he had driven the Carthaginians out of Iberia, and were urging him to rest and take it easy, since he had put an end to the war, he said that he congratulated them because they held such hopes, but that he himself was now most of all deliberating in what way he should begin the war against the Carthaginians.
§11.24a.3τὸν μὲν γὰρ πρὸ τούτου χρόνον Καρχηδονίους Ῥωμαίοις πεπολεμηκέναι, νυνὶ δὲ τὴν τύχην παραδεδωκέναι καιρὸν εἰς τὸ Ῥωμαίους Καρχηδονίοις ἐξενεγκεῖν πόλεμον. —
ὅτι ὁ Πόπλιος διαλεχθεὶς τῷ Σόφακι, §11.24a.4ἅτε δὴ πρὸς τοῦτο τὸ μέρος εὐφυὴς ὑπάρχων, οὕτω φιλανθρώπως ὡμίλησε καὶ ἐπιδεξίως ὥστε τὸν Ἀσδρούβαν εἰπεῖν ταῖς ὕστερον ἡμέραις πρὸς τὸν Σόφακα διότι φοβερώτερος αὐτῷ Πόπλιος πέφηνε κατὰ τὴν ὁμιλίαν ἤπερ ἐν τοῖς ὅπλοις. —
For in the time before this, the Carthaginians had made war on the Romans, but now Fortune had offered an opportunity for the Romans to carry the war against the Carthaginians. — That Publius, having conversed with Syphax, since he was naturally gifted in this respect, conversed so amiably and adroitly that Hasdrubal said to Syphax in the following days that Publius had appeared more formidable to him in conversation than in arms. —