§11.24.1ἐκ δὲ τῆς τούτων συμπλοκῆς τὰ μὲν θηρία διὰ τῶν γροσφομάχων καὶ τῶν ἱππέων ἀκοντιζόμενα καὶ διαταραττόμενα πανταχόθεν ἔπασχε μὲν κακῶς, ἔβλαπτε δʼ οὐδὲν ἧττον τοὺς φίλους ἢ τοὺς πολεμίους·
この両者の交戦において、象たちは軽装の槍投げ兵や騎兵から投げ槍を浴びせられ、いたるところでかき乱されて甚大な被害を受けたが、味方にも敵に劣らず損害を与えた。
φερόμενα γὰρ εἰκῇ τοὺς ὑποπεσόντας ἐξ ἀμφοῖν αἰεὶ διέφθειρε.
というのも、それらは無秩序に走り回り、両軍のうちで足元に陥った者たちを常に踏み潰したからである。
§11.24.2τῆς δὲ πεζικῆς δυνάμεως τὰ μὲν κέρατα τῶν Καρχηδονίων ἐθραύετο, τὸ δὲ μέσον τὸ κατὰ τοὺς Λίβυας, ὅπερ ἦν χρησιμώτατον, εἰς τέλος ἄπρακτον ἦν·
他方、歩兵戦力については、カルタゴ軍の両翼は撃破されつつあったが、リビア兵からなる中央は、最も実戦の役に立つ部隊であったにもかかわらず、最後まで何もできないままであった。
§11.24.3οὔτε γὰρ παραβοηθεῖν ἠδύναντο τοῖς ἐπὶ τῶν κεράτων, λιπόντες τὸν ἴδιον τόπον διὰ τὴν τῶν Ἰβήρων ἔφοδον, οὔτε μένοντες ἐπὶ τῶν ὑποκειμένων ἐνεργεῖν τι τῶν δεόντων οἷοί τʼ ἦσαν διὰ τὸ μὴ συνιέναι τοὺς κατὰ πρόσωπον πολεμίους αὐτοῖς εἰς τὰς χεῖρας.
なぜなら、彼らはイベリア人の前進のために自らの持ち場を離れて両翼を救援に行くこともできず、また現在の配置にとどまっていても、正面の敵が彼らと白兵戦に持ち込んでこないために、なすべき活動を何一つ行うことができなかったからである。
§11.24.4οὐ μὴν ἀλλὰ χρόνον μέν τινα διηγωνίζοντο τὰ κέρατα γενναίως διὰ τὸ περὶ τῶν ὅλων ἑκατέροις συνεστάναι τὸν κίνδυνον.
とはいえ、両翼はしばらくの間勇敢に戦い抜いた。 双方にとって戦い全体の勝敗がかかっていたからである。
§11.24.5ἤδη δὲ τοῦ καύματος ἐφεστῶτος κατὰ τὴν ἀκμήν, οἱ μὲν Καρχηδόνιοι παρελύοντο διὰ τὸ μὴ πεποιῆσθαι τὴν ἔξοδον κατὰ τὴν ἰδίαν προαίρεσιν, κεκωλῦσθαι δὲ τῆς ἁρμοζούσης παρασκευῆς,
すでに暑さが最高潮に達しており、カルタゴ兵は自らの意志で出撃したのではなかったために衰弱しつつあった。 また彼らは適切な準備をする機会を奪われていたからである。
§11.24.6οἱ δὲ Ῥωμαῖοι καὶ τῇ δυνάμει καὶ ταῖς εὐψυχίαις καθυπερεῖχον, καὶ μάλιστα τῷ τοῖς χρησιμωτάτοις πρὸς τοὺς ἀχρειοτάτους τῶν πολεμίων συμβεβληκέναι διὰ τὴν τοῦ στρατηγοῦ πρόνοιαν.
一方、ローマ兵は体力においても士気においても遥かに勝っていた。 これは何よりも、将軍の深謀遠慮によって、最も精鋭な部隊が敵の最も役に立たない部隊と交戦することになったためであった。
§11.24.7τὰς μὲν οὖν ἀρχὰς οἱ περὶ τὸν Ἀσδρούβαν κατὰ πόδα πιεζούμενοι τὴν ἀναχώρησιν ἐποιοῦντο, μετὰ δὲ ταῦτα κλίναντες ἁθρόοι πρὸς τὴν παρώρειαν ἀπεχώρουν· ἐγκειμένων δὲ τῶν Ῥωμαίων βιαιότερον ἔφευγον εἰς τὸν χάρακα προτροπάδην.
そのため、最初はハスドルバルらは一歩一歩追い詰められながら後退していたが、その後は隊列を維持したまま山麓に向かって退却し、さらにローマ軍が激しく追撃してくると、彼らは我先にと陣営へと敗走した。
§11.24.8εἰ μὲν οὖν μὴ θεὸς αὐτοῖς τις συνεπελάβετο τῆς σωτηρίας, παραχρῆμʼ ἂν ἐξέπεσον ἐκ τῆς παρεμβολῆς.
それゆえ、もし何らかの神が彼らの救済に手を貸さなかったならば、彼らは直ちに陣営からたたき出されていたであろう。
§11.24.9ἐπιγενομένης δὲ κατὰ τὸν ἀέρα συστροφῆς ἐξαισίου, §11.24.10καὶ καταρραγέντος ὄμβρου λάβρου καὶ συνεχοῦς, μόλις εἰς τὴν αὑτῶν στρατοπεδείαν ἀνεκομίσθησαν οἱ Ῥωμαῖοι.
しかし、上空で異常な暴風雨の兆しが発生し、激しく絶え間ない豪雨が降り注いだため、ローマ軍はかろうじて自らの陣営へと引き揚げた。
— §11.24.11Ἰλούργεια, πόλις Ἰβηρίας, Πολύβιος ἑνδεκάτῃ.
— イルルゲイア、イベリアの都市。 ポリュビオス第11巻。
τὸ δὲ τετηκὸς καὶ συνερρυηκὸς ἀργύριον καὶ χρυσίον ἀναζητοῦντες ὑπὸ τοῦ πυρὸς πλεῖστοι Ῥωμαίων διεφθάρησαν.
火によって溶けて流れ出た銀や金を捜し回るうちに、非常に多くのローマ兵が命を落とした。
—
—